Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.75.1-2.75.4

纽玛对信义的神格化与崇拜制度

第 166 段,共 962 段 · 希腊语

内容简介

为了确立契约中的正义,纽玛将“信义”(Pistis/Fides)神格化,并作为国家制度引入了对她的崇拜。由此,信守承诺的精神深深植根于罗马的公私生活中,维护了整个城邦的秩序。

§2.75.1ὁ δὲ Νόμας εἰς μὲν εὐτέλειαν καὶ σωφροσύνην διὰ τοιούτων συνέστειλε νόμων τὴν πόλιν, εἰς δὲ τὴν περὶ τὰ συμβόλαια δικαιοσύνην ὑκηγάγετο πρᾶγμα ἐξευρὼν ἠγνοημένον ὑπὸ πάντων τῶν καταστησαμένων τὰς ἐλλογίμους πολιτείας.
纽玛一方面通过这样的法律引导城邦走向节俭与节制,另一方面,通过发明一种被所有制定过显赫国制的人所忽略的方法,将城邦引入关于契约的正义。
ὁρῶν γὰρ ὅτι τῶν συμβολαίων τὰ μὲν ἐν φανερῷ καὶ μετὰ μαρτύρων πραττόμενα ἡ τῶν συνόντων αἰδὼς φυλάττει, καὶ σπάνιοί τινές εἰσιν οἱ περὶ τὰ τοιαῦτα ἀδικοῦντες, τὰ δὲ ἀμάρτυρα πολλῷ πλείω τῶν ἑτέρων ὄντα μίαν ἔχει φυλακὴν τὴν τῶν συμβαλόντων πίστιν, περὶ ταύτην ᾤετο δεῖν σπουδάσαι παντὸς ἄλλου μάλιστα καὶ ποιῆσαι θείων σεβασμῶν ἀξίαν.
因为他看到,在契约中,那些公开且有证人在场的情况下达成的契约,由对同席者的羞耻心所维系,且在此类事务中行不义之人极少;而那些没有证人的契约比其他契约多得多,它们唯一的保障便是契约双方的信义。 因此他认为,最应当对这一点倾注比其他任何事情都多的关注,并使其配受神圣的崇敬。
§2.75.2δίκην μὲν γὰρ καὶ Θέμιν καὶ Νέμεσιν καὶ τὰς καλουμένας παρʼ Ἕλλησιν Ἐρινύας καὶ ὅσα τούτοις ὅμοια ὑπὸ τῶν πρότερον ἀποχρώντως ἐκτεθειῶσθαί τε καὶ καθωσιῶσθαι ἐνόμισε, Πίστιν δέ, ἧς οὔτε μεῖζον οὔτε ἱερώτερον πάθος ἐν ἀνθρώποις οὐδέν, οὔπω σεβασμῶν τυγχάνειν οὔτʼ ἐν τοῖς κοινοῖς τῶν πόλεων πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.
因为他认为,正义(Dike)、神圣法(Themis)、报应(Nemesis)以及希腊人所谓的复仇女神(Erinyes),以及所有与这些相似的事物,已被前人充分神格化并奉为神圣;然而,在人类中没有比这更伟大、更神圣的情感——信义(Pistis),却无论在城邦的公共事务还是私有事务中,都尚未获得崇敬。
§2.75.3ταῦτα δὴ διανοηθεὶς πρῶτος ἀνθρώπων ἱερὸν ἱδρύσατο Πίστεως δημοσίας καὶ θυσίας αὐτῇ κατεστήσατο, καθάπερ καὶ τοῖς ἄλλοις θεοῖς, δημοτελεῖς.
想到这些,他成为人类中第一个建立“公共信义”神庙的人,并为她确立了由国家负担的祭祀,如同对其他神明一样。
ἔμελλε δὲ ἄρα σὺν χρόνῳ τὸ κοινὸν τῆς πόλεως ἦθος πιστὸν καὶ βέβαιον πρὸς ἀνθρώπους γενόμενον τοιούτους ἀπεργάσασθαι καὶ τοὺς τῶν ἰδιωτῶν τρόπους.
随着时间的推移,在人与人之间变得诚实和稳固的城邦共同风气,自然也应当将私人的品格塑造成同样的面貌。
οὕτω γοῦν σεβαστόν τι πρᾶγμα καὶ ἀμίαντον ἐνομίσθη τὸ πιστόν, ὥστε ὅρκον τε μέγιστον γενέσθαι τὴν ἰδίαν ἑκάστῳ πίστιν καὶ μαρτυρίας συμπάσης ἰσχυροτάτην, καὶ ὁπότε ὑπὲρ ἀμαρτύρου συναλλάγματος ἀμφίλογόν τι γένοιτο ἑνὶ πρὸς ἕνα, ἡ διαιροῦσα τὸ νεῖκος καὶ προσωτέρω χωρεῖν οὐκ ἐῶσα τὰς φιλονεικίας ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις ἦν, αἵ τε ἀρχαὶ καὶ τὰ δικαστήρια τὰ πλεῖστα τῶν ἀμφισβητημάτων τοῖς ἐκ τῆς πίστεως ὅρκοις διῄτων.
无论如何,信守承诺被视为如此神圣且无可玷污的事,以至于每个人自己的信义成了最大的誓言且是所有证词中最强有力的;而每当在没有证人的交易中产生人与人之间的争议时,解决纷争且不让争执进一步蔓延的,正是诉讼双方中一方的信义,而官吏和法庭也通过基于信义的誓言来裁决绝大多数争议。
§2.75.4τοιαῦτα μὲν δὴ σωφροσύνης τε παρακλητικὰ καὶ δικαιοσύνης ἀναγκαστήρια ὑπὸ τοῦ Νόμα τότε ἐξευρεθέντα κοσμιωτέραν οἰκίας τῆς κράτιστα οἰκουμένης τὴν Ῥωμαίων πόλιν ἀπειργάσατο.
当时由纽玛发明的这些鼓励节制、强制正义的手段,使罗马城邦比管理得最好的家庭还要更加井然有序。

词汇与语法注释

  1. 2.75.1ὑπηγάγετο — 承接前句的 `συνέστειλε ... τὴν πόλιν`(约束城邦),动词 `ὑπηγάγετο`(引导)的宾语同样省略了“城邦”(`τὴν πόλιν`)。
  2. 2.75.2ἧς οὔτε μεῖζον οὔτε ἱερώτερον πάθος ἐν ἀνθρώποις οὐδέν — 修饰先行词 `Πίστιν`(信义)的关系从句。关系代词 `ἧς` 为属格,用作与比较级形容词 `μεῖζον` 及 `ἱερώτερον` 连用的比较属格。
  3. 2.75.3ἔμελλε δὲ ἄρα σὺν χρόνῳ τὸ κοινὸν τῆς πόλεως ἦθος πιστὸν καὶ βέβαιον πρὸς ἀνθρώπους γενόμενον τοιούτους ἀπεργάσασθαι καὶ τοὺς τῶν ἰδιωτῶν τρόπους — 主动词为 `ἔμελλε`,搭配不定式 `ἀπεργάσασθαι`(塑造),表示必然的结果(“注定要……”)。该不定式的逻辑主语是 `τὸ κοινὸν τῆς πόλεως ἦθος`(城邦的共同风气),宾语是 `τοὺς τῶν ἰδιωτῶν τρόπους`(私人的品格),宾语补足语为 `τοιούτους`(如此的)。分词 `γενόμενον` 与主语一致,意为“(在人与人之间)变得诚实和稳固的”。
  4. 400ἡ διαιροῦσα τὸ νεῖκος ... ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις ἦν — 主语是置于句末的 `ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις`(诉讼双方中一方的信义),谓语则是带有分词短语的 `ἡ διαιροῦσα τὸ νεῖκος καὶ προσωτέρω χωρεῖν ο乌κ ἐῶσα τὰς φιλονεικίας`(解决纷争且不让争执进一步蔓延的部分),由 `ἦν` 连接。此结构起到了类似分裂句的作用,用以强调主语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.75.1-2.75.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.75.1-2.75.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。