§2.76.1ἃ δὲ μέλλω νῦν λέγειν ἐπιμελῆ τε αὐτὴν ἀπέδωκε τῶν ἀναγκαίων καὶ τῶν ἀγαθῶν ἐργάτιν.
そして、私がこれから語ろうとすることは、都市を生活必需品に対して熱心にし、かつ善き活動の働き手にした。
ἐνθυμούμενος γὰρ ὁ ἀνήρ, ὅτι πόλιν τὴν μέλλουσαν ἀγαπήσειν τὰ δίκαια καὶ μενεῖν ἐν τῷ σώφρονι βίῳ τῆς ἀναγκαίου δεῖ χορηγίας εὐπορεῖν, διεῖλε τὴν χώραν ἅπασαν εἰς τοὺς καλουμένους πάγους καὶ κατέστησεν ἐφʼ ἑκάστου τῶν πάγων ἄρχοντα ἐπίσκοπόν τε καὶ περίπολον τῆς ἰδίας μοίρας.
なぜなら、その男は、正義を愛し、節制した生活に留まろうとする都市は、生活必需品の供給に恵まれている必要があると心に留めて、全国土を、いわゆるパグス(区)に分割し、各パグスの上に、自分に割り当てられた領分を監督し巡回する長官を任命したからである。
§2.76.2οὗτοι γὰρ περιιόντες θαμινὰ τοὺς εὖ τε καὶ κακῶς εἰργασμένους τῶν ἀγρῶν ἀπεγράφοντο καὶ πρὸς τὸν βασιλέα ἀπέφαινον, ὁ δὲ τοὺς μὲν ἐπιμελεῖς γεωργοὺς ἐπαίνοις τε καὶ φιλανθρωπίαις ἀνελάμβανε, τοὺς δὲ ἀργοὺς ὀνειδίζων τε καὶ ζημιῶν ἐπὶ τὸ θεραπεύειν ἄμεινον τὴν γῆν προὐτρέπετο.
なぜなら、これらの長官たちは、しばしば巡回して、農地のうちよく耕作されているものと悪く耕作されているものを登録し、王に報告したからであり、王は勤勉な農民たちを称賛と恩恵によって引き立てる一方、怠慢な者たちを非難し処罰して、土地をよりよく手入れするように促した。
τοιγάρτοι πολέμων τε ἀπηλλαγμένοι καὶ τῶν κατὰ πόλιν πραγμάτων σχολὴν πολλὴν ἄγοντες ἀργίας τε καὶ βλακείας σὺν αἰσχύνῃ τίνοντες δίκας αὐτουργοὶ πάντες ἐγίνοντο καὶ τὸν ἐκ γῆς πλοῦτον ἁπάντων ὄντα δικαιότατον τῆς στρατιωτικῆς καὶ οὐκ ἐχούσης τὸ βέβαιον εὐπορίας γλυκύτερον ἐτίθεντο.
それゆえ、彼らは戦争からも免れ、都市の諸活動からも多くの余暇を持っていたので、怠惰と怠慢に対しては恥辱を伴う罰を支払いながら、全員が自活する農民となり、大気から得られる富を、あらゆる富の中で最も正当なものとして、軍事的な、そして確実性のない富よりも心地よく思ったのである。
§2.76.3τῷ δὲ Νόμᾳ περιῆν ἐκ τούτων φιλεῖσθαι μὲν ὑπὸ τῶν ἀρχομένων, ζηλοῦσθαι δʼ ὑπὸ τῶν περιοίκων, μνημονεύεσθαι δʼ ὑπὸ τῶν ἐπιγινομένων·
これらの結果、ヌマには、被治者から愛され、近隣の人々から羨まれ、後世の人々から記憶されるという恩恵が残された。
διʼ ὧν οὔτε στάσις ἐμφύλιος τὴν πολιτικὴν ἔλυσεν ὁμόνοιαν, οὔτε πόλεμος ἀλλοεθνὴς ἐκ τῶν κρατίστων καὶ θαυμασιωτάτων τὴν πόλιν ἐπιτηδευμάτων ἐκίνησε.
これらによって、内乱が市民の調和を損なうこともなく、外国との戦争が、最も優れ驚くべき国法から都市を揺るがすこともなかった。
τοσοῦτον γὰρ ἀπέσχον οἱ περίοικοι τὴν ἀπόλεμον ἡσυχίαν Ῥωμαίων ἀφορμὴν τῆς κατʼ αὐτῶν ἐπιθέσεως ὑπολαβεῖν, ὥστε καὶ εἴ τις αὐτοῖς πρὸς ἀλλήλους συνέστη πόλεμος διαλλακτῆρας ἐποιοῦντο Ῥωμαίους καὶ ἐπὶ διαιτητῇ Νόμᾳ §2.76.4τὰς ἔχθρας διαλύειν ἠξίουν.
実際、近隣の人々は、ローマ人の非戦の平穏を彼らに対する攻撃の好機とみなすことからあまりにも程遠かったため、自分たちの間で何らかの戦争が起こったとしても、ローマ人を調停者とし、ヌマを仲裁人として敵対関係を解消することを望んだ。
τοῦτον οὖν οὐκ ἂν αἰσχυνθείην ἐγὼ τὸν ἄνδρα τῶν ἐπʼ εὐδαιμονίᾳ διαβοηθέντων ἐν τοῖς πρώτοις καταριθμεῖν.
したがって、私はこの男を、幸福で名を馳せた人々の中で最前列に数え上げることを恥じないであろう。
γένους τε γὰρ ἔφυ βασιλείου καὶ μορφῆς ἀπέλαυσε βασιλικῆς παιδείαν τε οὐ τὴν περὶ λόγους ἄχρηστον ἤσκησεν, ἀλλʼ ἐξ ἧς εὐσεβεῖν ἔμαθε καὶ τὰς ἄλλας ἐπιτηδεύειν ἀρετάς.
なぜなら、彼は王家の血筋に生まれ、王者にふさわしい容姿に恵まれ、言葉に関する無益な教育を修めたのではなく、それによって敬虔であることを学び、他の美徳を実践することを学ぶ教育を修めたからである。
§2.76.5ἡγεμονίαν δὲ τὴν Ῥωμαίων παραλαβεῖν ἠξιώθη νέος ὢν κατὰ κλέος ἀρετῆς ὑπʼ αὐτῶν ἐπίκλητος ἀχθεὶς καὶ διετέλεσε πειθομένοις ἅπαντα τὸν βίον τοῖς ἀρχομένοις χρώμενος·
そして、彼は若くして、美徳の名声のおかげでローマ人に呼び出されて招かれ、ローマ人の支配権を引き受けるにふさわしいとみなされ、生涯を通じて、被治者がすべてにおいて従順である状態を保ち続けた。
ἡλικίας δʼ ἐπὶ μήκιστον ἤλασεν ὁλόκληρος οὐδὲν ὑπὸ τῆς τύχης κακωθεὶς καὶ θανάτων τὸν ῥᾷστον ἐτελεύτησεν ὑπὸ γήρως μαρανθείς, ὁμοίου παραμείναντος αὐτῷ τοῦ συγκληρωθέντος ἐξ ἀρχῆς δαίμονος ἕως ἐξ ἀνθρώπων ἠφανίσθη, βιώσας μὲν ὑπὲρ ὀγδοήκοντα ἔτη, βασιλεύσας δὲ τρία καὶ τετταράκοντα, γενεὰν δὲ καταλιπών, ὡς μὲν οἱ πλείους γράφουσιν, υἱοὺς τέτταρας καὶ θυγατέρα μίαν, ὧν ἔτι σώζεται τὰ γένη, ὡς δὲ Γέλλιος Γναῖος ἱστορεῖ θυγατέρα μόνην, ἐξ ἧς ἐγένετο Ἄγκος Μάρκιος ὁ τρίτος ἀπʼ ἐκείνου γενόμενος Ῥωμαίων βασιλεύς.
また、健常な身体のまま極めて長い寿命を全うし、運命によっていかなる災いも被らず、老衰によって朽ち果てるという、死の中でも最も安らかな最期を遂げた。 初めから彼に割り当てられていた守護神が、彼が人々の間から姿を消すまで、同様に彼のもとに留まり続けたのである。 彼は八十歳を超えて生き、四十三年間統治し、子孫を残したが、多くの者が書くところによれば、四人の息子と一人の娘であり、彼らの家系は今なお存続している。 一方、グナエウス・ゲッリウスが記録するところによれば、娘が一人だけであり、彼女から、彼の後の第三代のローマ王となったアンクス・マルキウスが生まれた。
§2.76.6τελευτήσαντι δʼ αὐτῷ πένθος μέγα προὔθετο ἡ πόλις καὶ ταφὰς ἐποιήσατο λαμπροτάτας.
彼が亡くなると、都市は大いなる喪に服し、極めて盛大な葬儀を執り行った。
κεῖται δʼ ἐν Ἰανίκλῳ πέραν τοῦ Τεβέριος ποταμοῦ.
彼はテベリス川の向こう側のヤニクルムに埋葬されている。
καὶ τὰ μὲν περὶ Πομπιλίου Νόμα τοσαῦτα παρελάβομεν.
ヌマ・ポンピリウスに関する事柄は、我々が受け継いだところでは以上の通りである。