§2.73.1τελευταῖος δʼ ἦν τῆς Νόμα διατάξεως μερισμὸς ὑπὲρ τῶν ἱερῶν, ὧν ἔλαχον οἱ τὴν μεγίστην παρὰ Ῥωμαίοις ἱερατείαν καὶ ἐξουσίαν ἔχοντες.
ヌマの配置(規定)の最後の区分は、ローマ人の間で最大の神職と権限を持つ者たちが得た聖務に関するものであった。
οὗτοι κατὰ μὲν τὴν ἑαυτῶν διάλεκτον ἐφʼ ἑνὸς τῶν ἔργων ὃ πράττουσιν ἐπισκευάζοντες τὴν ξυλίνην γέφυραν ποντίφικες προσαγορεύονται, εἰσὶ δὲ τῶν μεγίστων §2.73.2πραγμάτων κύριοι.
彼らは、自らの言語においては、彼らが行う仕事の一つ、すなわち木の橋を修理することに基づいてポンティフェクスと呼ばれており、最大の事柄を司っている。
καὶ γὰρ δικάζουσιν οὗτοι τὰς ἱερὰς δίκας ἁπάσας ἰδιώταις τε καὶ ἄρχουσι καὶ λειτουργοῖς θεῶν καὶ νομοθετοῦσιν ὅσα τῶν ἱερῶν ἄγραφα ὄντα καὶ ἀνέθιστα κρίνοντες ἃ ἂν ἐπιτήδεια τυγχάνειν αὐτοῖς φανείη νόμων τε καὶ ἐθισμῶν·
なぜなら、彼らは私人、政務官、神々の奉仕者たちのすべての神聖裁判を裁き、聖務のうちで明文化されておらず習慣化もされていないすべての事柄について、それらに適していると思われる法律や習慣が何であるかを判断して立法するからである。
τάς τε ἀρχὰς ἁπάσας, ὅσαις θυσία τις ἢ θεραπεία θεῶν ἀνάκειται, καὶ τοὺς ἱερεῖς ἅπαντας ἐξετάζουσιν, ὑπηρέτας τε αὐτῶν καὶ λειτουργούς, οἷς χρῶνται πρὸς τὰ ἱερά, οὗτοι φυλάττουσι μηδὲν ἐξαμαρτάνειν περὶ τοὺς ἱεροὺς νόμους·
また、神々への犠牲や奉仕が課されているすべての官職と、すべての祭司を審査し、さらに彼らが聖務のために用いる部下や奉仕者たちが、神聖な法に関して何の過ちも犯さないように監視する。
τοῖς τε ἰδιώταις ὁπόσοι μὴ ἴσασι τοὺς περὶ τὰ θεῖα ἢ δαιμόνια σεβασμούς, ἐξηγηταὶ γίνονται καὶ προφῆται·
また、神々や精霊に対する崇敬の儀礼を知らない私人たちに対しては、その解説者や代弁者となる。
καὶ εἴ τινας αἴσθοιντο μὴ πειθομένους ταῖς ἐπιταγαῖς αὐτῶν, ζημιοῦσι πρὸς ἕκαστον χρῆμα ὁρῶντες, εἰσί τε ἀνυπεύθυνοι πάσης δίκης τε καὶ ζημίας οὔτε βουλῇ λόγον ἀποδιδόντες οὔτε δήμῳ, περὶ γοῦν τῶν ἱερῶν·
そして、もし自分たちの命令に従わない者たちがいると気づいたなら、個々の事案を考慮して罰を科す。 そして彼らは、少なくとも聖務に関しては、元老院に対しても民会に対しても報告義務を負わず、あらゆる裁判や処罰から免責されている。
§2.73.3ὥστε εἰ βούλεταί τις αὐτοὺς ἱεροδιδασκάλους καλεῖν εἴτε ἱερονόμους εἴτε ἱεροφύλακας εἴτε, ὡς ἡμεῖς ἀξιοῦμεν, ἱεροφάντας, οὐχ ἁμαρτήσεται τοῦ ἀληθοῦς.
したがって、もし誰かが彼らを「神聖教師」、あるいは「神聖法官」、あるいは「神聖守護者」、あるいは、私が主張するように「神聖明示者(ヒエロファンテス)」と呼びたいと思うなら、真実から外れることはないであろう。
ἐκλιπόντος δέ τινος αὐτῶν τὸν βίον ἕτερος εἰς τὸν ἐκείνου καθίσταται τόπον οὐχ ὑπὸ τοῦ δήμου αἱρεθείς, ἀλλʼ ὑπʼ αὐτῶν ἐκείνων, ὃς ἂν ἐπιτηδειότατος εἶναι δοκῇ τῶν πολιτῶν·
彼らのうちの一人が世を去ったとき、別の者がその場所に据えられるが、これは民会によって選ばれるのではなく、市民の中で最も適任であると思われる者を彼ら自身が選ぶのである。
παραλαμβάνει δὲ τὴν ἱερατείαν ὁ δοκιμασθείς, ἐὰν εὐόρνιθες αὐτῷ τύχωσιν οἰωνοὶ §2.73.4γενόμενοι.
そして、審査を通過した者は、鳥占いが彼にとって吉兆となった場合に神職を引き継ぐ。
τὰ μὲν δὴ περὶ τὸ θεῖον νομοθετηθέντα ὑπὸ τοῦ Νόμα καὶ διαιρεθέντα κατὰ τὰς συμμορίας τῶν ἱερῶν, ἐξ ὧν εὐσεβεστέραν συνέβη γενέσθαι τὴν πόλιν, πρὸς τοῖς ἄλλοις ἐλάττοσι τὰ μέγιστα καὶ φανερώτατα ταῦτʼ ἦν.
ヌマによって神聖な事柄に関して立法され、聖務の集団ごとに分割された事柄、それによって都市がより敬虔になることとなった事柄のうち、他のより小さなものに加えて、最も重大で最も顕著なものは、これらであった。