Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.72.1-2.72.9

フェティアリス神官団の起源と宣戦の儀礼

163 / 962 箇所 · ギリシア語

要旨

ヌマ王が創設した第七の聖なる官職フェティアリス(和平裁判官)の起源と、同盟関係の維持や宣戦布告など、戦争と平和に関する彼らの極めて敬虔な法的・宗教的役割の手続きについて解説される。

§2.72.1ἡ δὲ ἑβδόμη μοῖρα τῆς ἱερᾶς νομοθεσίας τῷ συστήματι προσετέθη τῶν καλουμένων φετιαλίων.
聖なる立法の第七の部分は、フェティアリスと呼ばれる人々の集団に加えられた。
οὗτοι δʼ ἂν εἴησαν κατὰ τὴν Ἑλληνικὴν καλούμενοι διάλεκτον εἰρηνοδίκαι.
彼らはギリシアの言葉で言えば「和平裁判官」と呼ばれる者たちであろう。
εἰσὶ δʼ ἐκ τῶν ἀρίστων οἴκων ἄνδρες ἐπίλεκτοι διὰ παντὸς ἱερώμενοι τοῦ βίου, Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου·
彼らは最上の家柄から選ばれた男子であり、生涯を通じて神職を務めるが、ヌマ王が最初にこの聖なる官職をローマ人のために設置したのである。
§2.72.2εἰ μέντοι παρὰ τῶν καλουμένων Αἰκικλῶν τὸ παράδειγμα ἔλαβεν ὥσπερ οἴονταί τινες, ἢ παρὰ τῆς Ἀρδεατῶν πόλεως ὡς γράφει Γέλλιος οὐκ ἔχω λέγειν, ἀπόχρη δὲ μοι τοσοῦτο μόνον εἰπεῖν, ὅτι πρὸ τῆς Νόμα ἀρχῆς οὔπω τὸ τῶν εἰρηνοδικῶν σύστημα παρὰ Ῥωμαίοις ἦν.
もっとも、彼が一部の人々の考えるようにアイキコラエと呼ばれる者たちからその手本を得たのか、あるいはゲッリウスが書いているようにアルデア人の都市から得たのか、私は言うことができない。 しかし、私にとってはただこれだけを言えば十分である。 すなわち、ヌマの治世より前には、ローマ人の間に和平裁判官の集団はまだ存在していなかった、ということである。
§2.72.3κατεστήσατο δʼ αὐτὸ Νόμας ὅτε Φιδηνάταις ἔμελλε πολεμεῖν λῃστείας καὶ καταδρομὰς τῆς χώρας αὐτοῦ ποιησαμένοις, εἰ βούλοιντο συμβῆναι δίχα πολέμου πρὸς αὐτόν, ὅπερ εἰς ἀνάγκην καταστάντες ἐποίησαν.
そしてヌマは、フィデナエの人々が彼の領土に対して略奪や侵入を行ったことで彼らと戦争をしようとしていたとき、彼らが戦争を交えずに彼と和解することを望む場合を想定して、この制度を設置した。 そして彼らは、やむにやまれぬ状況に追い込まれて、そうしたのである。
οἴομαι δʼ ἐπειδήπερ οὐκ ἔστιν ἐπιχώριον Ἕλλησι τὸ περὶ τοὺς εἰρηνοδίκας ἀρχεῖον ἀναγκαῖον εἶναί μοι πόσων καὶ πηλίκων ἐστὶ πραγμάτων κύριον διελθεῖν, ἵνα τοῖς ἀγνοοῦσι τὴν Ῥωμαίων εὐσέβειαν, ἣν οἱ τότε ἄνδρες ἐπετήδευον, μὴ παράδοξον εἶναι φανῇ τὸ πάντας αὐτοῖς τὸ κάλλιστον λαβεῖν τοὺς πολέμους τέλος.
私は、和平裁判官に関する官職がギリシア人にとってなじみ深いものではないので、それがどれほど多くの、またどれほど重大な事柄を管轄しているかを詳しく説明することが私にとって必要であると考える。 それは、当時の人々が実践していたローマ人の敬虔さを知らない人々にとって、彼らのすべての戦争が最も見事な結末を迎えたということが、不思議に思われないようにするためである。
§2.72.4ἁπάντων γὰρ αὐτῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις εὐσεβεστάτας φανήσονται ποιησάμενοι καὶ διὰ τοῦτο μάλιστα τοὺς θεοὺς ἐσχηκότες ἐν τοῖς κινδύνοις εὐμενεῖς.
なぜなら、彼らはそのすべての戦争の始まりと前提をきわめて敬虔なものとしたことが明らかになるであろうし、そのために何よりも危険において神々を好意的な味方としたからである。
ἅπαντα μὲν οὖν ὅσα ἀνάκειται τούτοις τοῖς εἰρηνοδίκαις ἐπελθεῖν διὰ πλῆθος οὐ ῥᾴδιον, κεφαλαιώδει δʼ ὑπογραφῇ δηλῶσαι τοιάδʼ ἐστι·
したがって、これら和平裁判官に委ねられているすべての事柄を網羅することは、その多さのために容易ではないが、大まかな要約で示すなら、それは次のようなものである。
φυλάττειν ἵνα μηδένα Ῥωμαῖοι πόλεμον ἐξενέγκωσι κατὰ μηδεμιᾶς ἐνσπόνδου πόλεως ἄδικον, ἀρξάντων δὲ παρασπονδεῖν εἰς αὐτοὺς ἑτέρων πρεσβεύεσθαί τε καὶ τὰ δίκαια πρῶτον αἰτεῖν λόγῳ, ἐὰν δὲ μὴ πείθωνται τοῖς ἀξιουμένοις, §2.72.5τότʼ ἐπικυροῦν τὸν πόλεμον.
すなわち、ローマ人がいかなる条約締結国に対しても、不義な戦争を仕掛けないように監視すること。 他の者たちが彼らに対して条約を破り始めた場合には、使節を派遣し、まず言葉によって正義を求めること。 そして彼らがその要求に応じないならば、そのときに戦争を承認すること。
ὁμοίως δὲ κἂν ἀδικεῖσθαί τινες ὑπὸ Ῥωμαίων ἔνσπονδοι λέγοντες τὰ δίκαια αἰτῶσι, τούτους διαγινώσκειν τοὺς ἄνδρας εἴ τι πεπόνθασιν ἔκσπονδον καὶ ἐὰν δόξωσι τὰ·
同様に、条約を結んでいる人々がローマ人によって不正を被っていると主張して正義を求める場合、彼らが条約に反するいかなる被害を被ったかをこれら(フェティアリスの)男たちが裁定し、もし彼らがもっともな不満を訴えていると判断されたなら、その罪に責任のある者たちを逮捕して、被害を受けた人々に引き渡すこと。
προσήκοντα ἐγκαλεῖν τοὺς ἐνόχους ταῖς αἰτίαις συλλαβόντας ἐκδότους τοῖς ἀδικηθεῖσι παραδιδόναι τά τε περὶ τοὺς πρεσβευτὰς ἀδικήματα δικάζειν καὶ τὰ περὶ τὰς συνθήκας ὅσια φυλάττειν εἰρήνην τε ποιεῖσθαι καὶ γεγενημένην, ἐὰν μὴ κατὰ τοὺς ἱεροὺς δόξῃ πεπρᾶχθαι νόμους, ἀκυροῦν καὶ τὰς τῶν στρατηγῶν παρανομίας, ὅσαι περί τε ὅρκους καὶ σπονδὰς ἐπιτελοῦνται, διαγινώσκοντας ἀφοσιοῦσθαι, περὶ ὧν κατὰ
また、使節に対する侵害行為を裁判し、条約に関する神聖な義務を守り、和平を結ぶこと、そして結ばれた和平であっても、もしそれが神聖な法に従って行われなかったと判断されるなら、それを無効にすること。 さらに、将軍たちの違法行為、すなわち誓いや条約に関して犯されるあらゆる違反行為について、彼らが裁定を下してその罪を清めること。
§2.72.6τοὺς οἰκείους καιροὺς ποιήσομαι τον λόγον.
これらについては、しかるべき機会に私は記述するつもりである。
τὰ δὲ περὶ τὰς ἐπικηρυκείας ὑπʼ αὐτῶν γινόμενα, ὅτε τὴν δόξασαν ἀδικεῖν πόλιν αἰτοῖεν δίκας ʽἄξιον γὰρ μηδὲ ταῦτʼ ἀγνοεῖν κατὰ πολλὴν φροντίδα τῶν ὁσίων καὶ δικαίων γινόμενἀ τοιαῦτα παρέλαβον·
また、彼らによって行われる宣戦布告のための使節派遣の手続き、すなわち不正を働いたとみなされた都市に対して賠償を要求するときのことは(これらも知らないままでいるべきではないが)、神聖さと正義への多大な配慮のもとに行われており、私は次のように伝え聞いている。
εἷς μὲν ἐκ τῶν εἰρηνοδικῶν, ὃν οἱ λοιποὶ προχειρίσαιντο, κεκοσμημένος ἐσθῆτι καὶ φορήμασιν ἱεροῖς, ἵνα διάδηλος ᾖ παρὰ τοὺς ἄλλους, εἰς τὴν τῶν ἀδικούντων παρεγίνετο πόλιν·
和平裁判官のうち一人、他の者たちが選出した者が、他の人々とはっきりと区別がつくように、聖なる衣服と徽章を身にまとって、不正を行っている人々の都市へと赴いた。
ἐπιστὰς δὲ τοῖς ὁρίοις τόν τε Δία καὶ τοὺς ἄλλους ἐπεκαλεῖτο θεοὺς μαρτυρόμενος ὅτι δίκας αἰτῶν ἥκει περὶ τῆς Ῥωμαίων πόλεως·
そして国境に立つと、彼はゼウスおよび他の神々を呼び求め、自分がローマの都市のために賠償を求めてやって来たことを証言させた。
§2.72.7ἔπειτα ὀμόσας ὅτι πρὸς ἀδικοῦσαν ἔρχεται πόλιν καὶ ἀρὰς τὰς μεγίστας εἰ ψεύδοιτο ἐπαρασάμενος ἑαυτῷ τε καὶ τῇ Ῥώμῃ, τότʼ ἐντὸς ᾔει τῶν ὅρων·
それから、自分が不正を行っている都市に向かっていることを誓い、もし自分が偽りを述べているなら、自分自身とローマに対して最大の呪いが下るようにと祈った後、そのとき境界の内側に入った。
ἔπειτα ὅτῳ πρώτῳ περιτύχοι τοῦτον ἐπιμαρτυράμενος, εἴτε τῶν ἀγροίκων εἴτε τῶν πολιτικῶν εἴη, καὶ τὰς αὐτὰς προσθεὶς ἀρὰς πρὸς τὴν πόλιν ᾤχετο, κᾆτα πρὶν εἰς τὴν πόλιν παρελθεῖν τὸν πυλωρὸν ἢ τὸν πρῶτον ἀπαντήσαντα ἐν ταῖς πύλαις τὸν αὐτὸν τρόπον ἐπιμαρτυράμενος εἰς τὴν ἀγορὰν προῄει·
それから、彼が最初に出会った人、それが田舎の者であろうと都市の市民であろうと、その者を証人として呼び、同じ呪いを付け加えたうえで、都市へと向かった。 そして、都市に入る前に、門番、あるいは門のところで最初に出会った者を同様の方法で証人として呼び、広場へと進んだ。
ἐκεῖ δὲ καταστὰς τοῖς ἐν τέλει περὶ ὧν ἥκοι διελέγετο πανταχῇ τούς τε ὅρκους καὶ §2.72.8τὰς ἀρὰς προστιθείς.
そこに留まり、彼は役人たちに対して自分がどのような目的で来たのかを語り、いたるところに誓いと呪いを付け加えた。
εἰ μὲν οὖν ὑπέχοιεν τὰς δίκας παραδιδόντες τοὺς ἐν ταῖς αἰτίαις, ἀπῄει τοὺς ἄνδρας ἀπάγων φίλος τε ἤδη γεγονὼς καὶ παρὰ φίλων·
もし彼らが、罪ある者たちを引き渡して賠償に応じるなら、彼はその男たちを連れ帰って去り、すでに友好的な者として、友好的な者たちのもとから去ることとなった。
εἰ δὲ χρόνον εἰς βουλὴν αἰτήσαιντο δέκα διδους ἡμέρας παρεγίνετο πάλιν καὶ μέχρι τρίτης αἰτήσεως ἀνεδέχετο.
しかし、もし彼らが協議のために時間を求めるなら、彼は十日間の猶予を与え、再び現れ、三回目の要求に達するまで待った。
διελθουσῶν δὲ τῶν. τριάκοντα ἡμερῶν, εἰ μὴ παρεῖχεν αὐτῷ τὰ δίκαια ἡ πόλις, ἐπικαλεσάμενος τούς τε οὐρανίους καὶ καταχθονίους θεοὺς ἀπῄει, τοσοῦτο μόνον εἰπὼν ὅτι βουλεύσεται περὶ αὐτῶν ἡ Ῥωμαίων πόλις ἐφʼ ἡσυχίας.
三十日がおわったとき、もしその都市が彼に対して賠償を行わないならば、彼は天と地の神々を呼び求めてから立ち去り、ただこれだけを言い残した。 「ローマの都市は、自らの時間においてお前たちについて評議するであろう」と。
§2.72.9καὶ μετὰ τοῦτο ἀπέφαινεν εἰς τὴν βουλὴν ἅμα τοῖς ἄλλοις εἰρηνοδίκαις παραγενόμενος ὅτι πέπρακται πᾶν αὐτοῖς ὅσον ἦν ὅσιον ἐκ τῶν ἱερῶν νόμων καὶ εἰ βούλοιντο ψηφίζεσθαι πόλεμον οὐδὲν ἔσται τὸ κωλῦσον ἀπὸ θεῶν.
そしてこの後、彼は他の和平裁判官たちと共に元老院に参内し、神聖な法に従って自分たちに課せられた神聖な義務はすべて果たされたこと、そしてもし彼らが戦争を議決したいと望むなら、神々によって妨げられるものは何もないであろうということを報告した。
εἰ δέ τι μὴ γένοιτο τούτων οὔτε ἡ βουλὴ κυρία ἦν ἐπιψηφίσασθαι πόλεμον οὔτε ὁ δῆμος.
しかし、もしこれらの手続きのいずれかが行われなかったなら、元老院も民会も、戦争の決議を行う権限を持たなかった。
περὶ μὲν οὖν τῶν εἰρηνοδικῶν τοσαῦτα παρελάβομεν.
さて、和平裁判官については、我々はこれだけのことを受け継いでいる。

語釈・文法注

  1. §2.72.1Νόμα τοῦ βασιλέως πρώτου καὶ τοῦτο Ῥωμαίοις τὸ ἱερὸν ἀρχεῖον καταστησαμένου — 主格名詞のない属格独立構文(Genitive Absolute)であり、主節(εἰσὶ δʼ...)に対してヌマ王がこの官職を設置した背景・原因を示す。
  2. §2.72.5εἰρήνην τε ποιεῖσθαι καὶ γεγενημένην, ἐὰν μὴ κατὰ τοὺς ἱεροὺς δόξῃ πεπρᾶχθαι νόμους, ἀκυροῦν — 対称的な2つの不定詞 `ποιεῖσθαι` と `ἀκυροῦν` が共通の目的語 `εἰρήνην` を共有している。完了分詞 `γεγενημένην` は「すでに成立した和平」を指し、`ἀκυροῦν` の直接目的語として機能している。
  3. §2.72.8μέχρι τρίτης αἰτήσεως ἀνεδέχετο — 動詞 `ἀνεδέχετο` はここでは「猶予を認める、待つ」の意味。10日間の猶予(δέκα διδους ἡμέρας)を3回繰り返す(計30日間)という手続きの猶予限界を `μέχρι τρίτης αἰτήσεως`(3度目の要求まで)で表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.72.1-2.72.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.72.1-2.72.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。