§2.73.1τελευταῖος δʼ ἦν τῆς Νόμα διατάξεως μερισμὸς ὑπὲρ τῶν ἱερῶν, ὧν ἔλαχον οἱ τὴν μεγίστην παρὰ Ῥωμαίοις ἱερατείαν καὶ ἐξουσίαν ἔχοντες.
纽玛规制的最后一部分是关于圣务的分合,这是由那些在罗马人中拥有最高神职和权力的人所获得的。
οὗτοι κατὰ μὲν τὴν ἑαυτῶν διάλεκτον ἐφʼ ἑνὸς τῶν ἔργων ὃ πράττουσιν ἐπισκευάζοντες τὴν ξυλίνην γέφυραν ποντίφικες προσαγορεύονται, εἰσὶ δὲ τῶν μεγίστων §2.73.2πραγμάτων κύριοι.
在他们自己的语言中,他们因其所从事的其中一项工作,即修缮木桥,而被称作“蓬蒂菲克斯(pontifices)”,他们管辖着最重大的事务。
καὶ γὰρ δικάζουσιν οὗτοι τὰς ἱερὰς δίκας ἁπάσας ἰδιώταις τε καὶ ἄρχουσι καὶ λειτουργοῖς θεῶν καὶ νομοθετοῦσιν ὅσα τῶν ἱερῶν ἄγραφα ὄντα καὶ ἀνέθιστα κρίνοντες ἃ ἂν ἐπιτήδεια τυγχάνειν αὐτοῖς φανείη νόμων τε καὶ ἐθισμῶν· τάς τε ἀρχὰς ἁπάσας, ὅσαις θυσία τις ἢ θεραπεία θεῶν ἀνάκειται, καὶ τοὺς ἱερεῖς ἅπαντας ἐξετάζουσιν, ὑπηρέτας τε αὐτῶν καὶ λειτουργούς, οἷς χρῶνται πρὸς τὰ ἱερά, οὗτοι φυλάττουσι μηδὲν ἐξαμαρτάνειν περὶ τοὺς ἱεροὺς νόμους· τοῖς τε ἰδιώταις ὁπόσοι μὴ ἴσασι τοὺς περὶ τὰ θεῖα ἢ δαιμόνια σεβασμούς, ἐξηγηταὶ γίνονται καὶ προφῆται· καὶ εἴ τινας αἴσθοιντο μὴ πειθομένους ταῖς ἐπιταγαῖς αὐτῶν, ζημιοῦσι πρὸς ἕκαστον χρῆμα ὁρῶντες, εἰσί τε ἀνυπεύθυνοι πάσης δίκης τε καὶ ζημίας οὔτε βουλῇ λόγον ἀποδιδόντες οὔτε δήμῳ, περὶ γοῦν τῶν ἱερῶν·
因为他们不仅为私人、执政官和神职人员审判所有的神圣诉讼,而且对所有未成文且无成规的圣务进行立法,判定哪些法律和习俗适合于这些圣务;他们还审查所有承担神明祭祀或侍奉的官职以及所有的祭司,并监督他们在圣务中所雇用的助手和仆役,使他们不违反神圣法律;对于那些不了解神明或神灵崇拜仪式的私人,他们则充当阐释者和代言人;如果他们发现有人不服从其命令,就会根据具体情况予以处罚;至少在圣务方面,他们既不向元老院也不向公民大会汇报,免受一切审判和处罚。
§2.73.3ὥστε εἰ βούλεταί τις αὐτοὺς ἱεροδιδασκάλους καλεῖν εἴτε ἱερονόμους εἴτε ἱεροφύλακας εἴτε, ὡς ἡμεῖς ἀξιοῦμεν, ἱεροφάντας, οὐχ ἁμαρτήσεται τοῦ ἀληθοῦς.
因此,如果有人愿意称他们为“神圣教师”、“神圣立法官”、“神圣守护者”,或者如我们所主张的“神圣显示者(hierophants)”,都不会偏离事实。
ἐκλιπόντος δέ τινος αὐτῶν τὸν βίον ἕτερος εἰς τὸν ἐκείνου καθίσταται τόπον οὐχ ὑπὸ τοῦ δήμου αἱρεθείς, ἀλλʼ ὑπʼ αὐτῶν ἐκείνων, ὃς ἂν ἐπιτηδειότατος εἶναι δοκῇ τῶν πολιτῶν· παραλαμβάνει δὲ τὴν ἱερατείαν ὁ δοκιμασθείς, ἐὰν εὐόρνιθες αὐτῷ τύχωσιν οἰωνοὶ §2.73.4γενόμενοι.
当他们中的一人离世时,由另一个替代其位置,并非由公民大会选举,而是由他们自己从市民中选出最合适的人选;通过审查的人在鸟占对其显示吉兆的情况下,接任神职。
τὰ μὲν δὴ περὶ τὸ θεῖον νομοθετηθέντα ὑπὸ τοῦ Νόμα καὶ διαιρεθέντα κατὰ τὰς συμμορίας τῶν ἱερῶν, ἐξ ὧν εὐσεβεστέραν συνέβη γενέσθαι τὴν πόλιν, πρὸς τοῖς ἄλλοις ἐλάττοσι τὰ μέγιστα καὶ φανερώτατα ταῦτʼ ἦν.
这些由纽玛针对神圣事物所制定的立法、以及按圣职集团所作的划分,在此之外还有其他较小的规制,其中最重大和最显着的便是这些,它们使得这座城市变得更加虔敬。