§2.68.1πάνυ δʼ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκληθείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.
女神が不当に告発された乙女たちに示したその現出をも記録することは極めて価値がある。 なぜなら、たとえそれが信じがたいことであっても、ローマ人によって信じられており、歴史家たちもそれらについて多くの記述を残しているからである。
§2.68.2ὅσοι μὲν οὖν τὰς ἀθέους ἀσκοῦσι φιλοσοφίας, εἰ δὴ καὶ φιλοσοφίας αὐτὰς δεῖ καλεῖν, ἁπάσας διασύροντες τὰς ἐπιφανείας τῶν θεῶν τὰς παρʼ Ἕλλησιν ἢ βαρβάροις γενομένας καὶ ταύτας εἰς γέλωτα πολὺν ἄξουσι τὰς ἱστορίας ἀλαζονείαις· ἀνθρωπίναις αὐτὰς ἀνατιθέντες, ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός.
したがって、無神論的な哲学(もし本当にそれを哲学と呼ぶべきならばであるが)を実践している人々は、ギリシア人や異民族の間で起こった神々の現出をすべてあざ笑い、神々の誰も人間のいかなる事柄をも配慮していないとして、これらの物語をも人間的な欺瞞に帰して、大いなる嘲笑へと導くであろう。
ὅσοι δʼ οὐκ ἀπολύουσι τῆς ἀνθρωπίνης ἐπιμελείας τοὺς θεούς, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς εὐμενεῖς εἶναι νομίζουσι καὶ τοῖς κακοῖς δυσμενεῖς διὰ πολλῆς ἐληλυθότες ἱστορίας, οὐδὲ ταύτας ὑπολήψονται τὰς ἐπιφανείας εἶναι ἀπίστους.
しかし、神々を人間への配慮から切り離さず、多くの歴史を読み通した上で、神々は善人には好意的に、悪人には敵対的であると考えている人々は、これらの現出をも信じがたいものとは受け取らないであろう。
§2.68.3λέγεται δή ποτε τοῦ πυρὸς ἐκλιπόντος διʼ ὀλιγωρίαν τινὰ τῆς τότε αὐτὸ φυλαττούσης Αἰμιλίας ἑτέρᾳ παρθένῳ τῶν νεωστὶ κατειλεγμένων καὶ ἄρτι μανθανουσῶν παραδούσης τὴν ἐπιμέλειαν ταραχὴ πολλὴ γενέσθαι κατὰ τὴν πόλιν ὅλην καὶ ζήτησις ὑπὸ τῶν ἱεροφαντῶν, μή τι μίασμα περὶ τὸ πῦρ τῆς ἱερείας ἐτύγχανε γεγονός·
さて、かつて聖火が消えたとき、その原因は、当時それを守っていたエミリアの何らかの不注意にあり、彼女が新しく選ばれてまだ学び始めたばかりの別の乙女にその管理を委ねていたためであったが、都市全体に大きな混乱が生じ、神官たちによって、巫女に聖火に関する何らかの不浄が生じていたのではないかという糾問が行われたと言われている。
ἔνθα δή φασι τὴν Αἰμιλίαν ἀναίτιον μὲν οὖσαν, ἀπορουμένην δʼ ἐπὶ τῷ συμβεβηκότι παρόντων τῶν ἱερέων καὶ τῶν ἄλλων παρθένων τὰς χεῖρας ἐπὶ τὸν βωμὸν ἐκτείνασαν εἰπεῖν·
その時、エミリアは無実であったものの、起こった事態に途方に暮れ、神官たちや他の乙女たちが立ち会う中で、祭壇へと両手を差し伸べて次のように言ったと人々は伝えている。
§2.68.4ἑστία τῆς Ῥωμαίων πόλεως φύλαξ, εἰ μὲν ὁσίως καὶ δικαίως ἐπιτετέλεκά σοι τὰ ἱερὰ χρόνον ὀλίγου δέοντα τριακονταετοῦς καὶ ψυχὴν ἔχουσα καθαρὰν καὶ σῶμα ἁγνόν, ἐπιφάνηθί μοι καὶ βοήθησον καὶ μὴ περιίδῃς τὴν σεαυτῆς ἱέρειαν τὸν οἴκτιστον μόρον ἀποθανοῦσαν·
「ローマの都市の守護者なるウェスタよ、もし私が、三十年に少し足りない期間、清らかな魂と純潔な身体を保ち、あなたに対して敬虔に、かつ正しく聖務を遂行してきたのであれば、私に姿を現して助けを与え、あなたの巫女が最も悲惨な死を遂げるのを見過ごさないでください。
εἰ δὲ ἀνόσιόν τι πέπρακταί μοι ταῖς ἐμαῖς τιμωρίαις τὸ τῆς πόλεως ἄγος ἀφάγνισον.
しかし、もし私によって不信心なことが何かなされたのであれば、私への罰によって都市の穢れを清めてください。
§2.68.5ταῦτʼ εἰποῦσαν καὶ περιρρήξασαν ἀπὸ τῆς καρπασίνης ἐσθῆτος, ἣν ἔτυχεν ἐνδεδυκυῖα, βαλεῖν τὸν τελαμῶνα ἐπὶ τὸν βωμὸν μετὰ τὴν εὐχὴν λέγουσι καὶ ἐκ τῆς κατεψυγμένης πρὸ πολλοῦ καὶ οὐδένα φυλαττούσης σπινθῆρα τέφρας ἀναλάμψαι φλόγα πολλὴν διὰ τῆς καρπάσου, ὥστε μηδὲν ἔτι δεῆσαι τῇ πόλει μήτε ἁγνισμῶν μήτε νέου πυρός.
」彼女がこう語り、当時身につけていた亜麻布の衣から帯を引き裂いて、祈りの後にその帯を祭壇の上に投げたところ、ずっと前に冷え切って火の粉一つ残っていなかった灰から、亜麻布を通じて大きな炎が燃え立ち、その結果、都市にとっては浄めの儀式も新しい火もこれ以上全く必要なくなったと人々は伝えている。