Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.67.1-2.67.5

ウェスタの巫女の任期と刑罰

158 / 962 箇所 · ギリシア語

要旨

ウェスタの巫女(ウェスタリス)の定員、任期(三十年間、習得・執行・伝授の十年間ずつ)、退任後の結婚、および処刑を含む厳しい刑罰について説明し、国家にとって聖火が消えることがいかに不吉な兆候であるかを述べる。

§2.67.1αἱ δὲ θεραπεύουσαι τὴν θεὸν παρθένοι τέτταρες μὲν ἦσαν κατʼ ἀρχὰς τῶν βασιλέων αὐτὰς αἱρουμένων ἐφʼ οἷς κατεστήσατο δικαίοις ὁ Νόμας, ὕστερον δὲ διὰ πλῆθος τῶν ἱερουργιῶν ἃς ἐπιτελοῦσιν ἓξ γενόμεναι μέχρι τοῦ καθʼ ἡμᾶς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῇ θεῷ, ἔνθα διʼ ἡμέρας μὲν οὐδεὶς.
女神に仕える乙女たちは、最初期にはヌマが定めた規則に基づいて王たちが彼女らを選んでいた時には四人であったが、後に彼女らが執行する聖務の多さのために六人となり、我々の時代に至るまでそのままであって、女神のそばで生活を送っている。
ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νύκτωρ δὲ οὐδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις.
そこへは、昼の間は入りたいと願う者なら誰も禁じられないが、夜は男は誰もそこに夜を過ごすことは許されていない。
§2.67.2χρόνον δὲ τριακονταετῆ μένειν αὐτὰς ἀναγκαῖον ἁγνὰς γάμων θυηπολούσας τε καὶ τἆλλα θρησκευούσας κατὰ νόμον, ἐν ᾧ δέκα μὲν ἔτη μανθάνειν αὐτὰς ἔδει, δέκα δʼ ἐπιτελεῖν τὰ ἱερά, τὰ δὲ λοιπὰ δέκα διδάσκειν ἑτέρας.
彼女らが結婚から清らかな身のまま、法に従って犠牲を捧げ、その他の礼拝を行いながら、三十年の期間留まることは義務であった。 その期間において、彼女らは十年間は学び、十年間は聖務を執行し、残りの十年間は他の者たちに教えなければならなかった。
ἐκπληρωθείσης δὲ τῆς τριακονταετίας οὐδὲν ἦν τὸ κωλῦσον τὰς βουλομένας ἀποθείσας τὰ στέμματα καὶ τὰ λοιπὰ παράσημα τῆς ἱερωσύνης γαμεῖσθαι.
三十年が満了したときには、望む者が冠やその他の聖職の標識を外して結婚することを妨げるものは何もなかった。
καὶ ἐποίησάν τινες τοῦτο πάνυ ὀλίγαι, αἷς ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων καὶ οὐ πάνυ εὐτυχεῖς, ὥστε διʼ οἰωνοῦ λαμβάνουσαι τὰς ἐκείνων συμφορὰς αἱ λοιπαὶ παρθένοι μένουσι παρὰ τῇ θεῷ μέχρι θανάτου, τότε δὲ εἰς τὸν τῆς ἐκλιπούσης ἀριθμὸν ἑτέρα πάλιν ὑπὸ τῶν ἱεροφαντῶν ἀποδείκνυται.
そしてごく少数の者たちが実際にそうしたが、彼女らの生涯の結末は人から羨まれない、全く不幸なものとなったため、残りの乙女たちは彼女らの不運を前兆として受け取り、死ぬまで女神のそばに留まる。 そしてその時には、帰らぬ人となった者の数を満たすために、別の一人が神官たちによって再び任命される。
§2.67.3τιμαὶ δὲ αὐταῖς ἀποδέδονται παρὰ τῆς πόλεως πολλαὶ καὶ καλαί, διʼ ἃς οὔτε παίδων αὐταῖς ἐστι πόθος οὔτε γάμων, τιμωρίαι τε ἐπὶ τοῖς ἁμαρτανομένοις κεῖνται μεγάλαι, ὧν ἐξετασταί τε καὶ κολασταὶ κατὰ νόμον εἰσὶν οἱ ἱεροφάνται, τὰς μὲν ἄλλο τι τῶν ἐλαττόνων ἁμαρτανούσας ῥάβδοις μαστιγοῦντες, τὰς δὲ φθαρείσας αἰσχίστῳ τε καὶ §2.67.4ἐλεεινοτάτῳ παραδιδόντες θανάτῳ.
国家からは彼女らに数々の素晴らしい名誉が与えられており、そのために彼女らは子供も結婚も望まない。 また過失に対しては重い刑罰が定められており、法に従って神官たちがその糾問者および処罰者となる。 より軽い他の過失を犯した者たちには鞭で打ち据えるが、貞操を汚された者たちには最も不名誉で、最も悲惨な死に処す。
ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτʼ ἐπιστήματος οὔτʼ ἐναγισμῶν οὔτʼ §2.67.5ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι.
すなわち、彼女らはまだ生きているうちに寝台に乗せられて、死者に定められた葬儀の列で運ばれ、友人や親族が嘆き悲しみ見送る中、コッリナ門まで運ばれた後、城壁の内側の地中に造られた小部屋に、副葬品とともに置かれ、墓石も、追悼の供物も、その他の慣習的な儀式のいずれも受けることができない。
πολλὰ μὲν οὖν καὶ ἄλλα δοκεῖ μηνύματα εἶναι τῆς οὐχ ὁσίως ὑπηρετούσης τοῖς ἱεροῖς, μάλιστα δὲ ἡ σβέσις τοῦ πυρός, ἣν ὑπὲρ ἅπαντα τὰ δεινὰ Ῥωμαῖοι δεδοίκασιν ἀφανισμοῦ τῆς πόλεως σημεῖον ὑπολαμβάνοντες, ἀφʼ ἧς ποτʼ ἂν αἰτίας γένηται, καὶ πολλαῖς αὐτὸ θεραπείαις ἐξιλασκόμενοι κατάγουσι πάλιν εἰς τὸ ἱερόν·
このように、聖なるものに不信心に仕える巫女については、他にも多くの前兆があると思われるが、とりわけ聖火が消えることは、ローマ人がいかなる災厄よりも恐れていることであり、それがいかなる原因で起ころうとも、都市の滅亡の兆候と受け止め、多くの儀礼を行って神の怒りを和らげ、再びそれを神殿へと連れ帰るのである。
ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ.
これらについては、ふさわしい機会に述べることにする。

語釈・文法注

  1. §2.67.1ἐφʼ οἷς κατεστήσατο δικαίοις — 関係代名詞 οἷς に、先行詞 δίκαια が関係節内に引き込まれ、かつ与格に吸引(attraction)された構文。本来の語順と格は ἐπὶ τοῖς δικαίοις ἃ κατεστήσατο(~が定めた規則に基づいて)に相当する。
  2. §2.67.2ἁγνὰς γάμων — 形容詞 ἁγνός(清らかな、免れている)が、離脱や欠如を表す属格(離間の属格) γάμων(結婚)を伴っている用法。
  3. §2.67.4ἐπιστήματος — 「墓碑」や「墓石」を意味する中性名詞 ἐπίστημα の属格形。一見すると「知識」を意味する女性名詞 ἐπιστήμη の属格形に見えるが、文脈上、埋葬に伴う墓石の不支給を指している。
  4. §2.67.5τῆς οὐχ ὁσίως ὑπηρετούσης — 冠詞を伴う現在分詞女性単数属格(名詞的用法)で、「不信心に仕える巫女」を表す。μηνύματα(前兆、兆候)の属格(~の兆候)としてかかっている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.67.1-2.67.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.67.1-2.67.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。