Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.68.1-2.68.5

维斯塔的神迹与女祭司埃米莉亚洗清冤屈

第 159 段,共 962 段 · 希腊语

内容简介

作者引入了维斯塔女神为洗清被诬告的女祭司埃米莉亚的冤屈而展现的奇迹,对比了无神论哲学与虔敬信仰的态度,并记述了埃米莉亚如何通过祈祷使冷灰重新复燃圣火的事迹。

§2.68.1πάνυ δʼ ἄξιον καὶ τὴν ἐπιφάνειαν ἱστορῆσαι τῆς θεᾶς, ἣν ἐπεδείξατο ταῖς ἀδίκως ἐγκληθείσαις παρθένοις, πεπίστευται γὰρ ὑπὸ Ῥωμαίων, εἰ καὶ παράδοξά ἐστι, καὶ πολὺν πεποίηνται λόγον ὑπὲρ αὐτῶν οἱ συγγραφεῖς.
记录女神对那些被诬告的贞女们所展现的显现也是极有价值的,因为尽管这令人难以置信,但它已被罗马人所深信,而且历史学家们也对这些事迹作了大量的记述。
§2.68.2ὅσοι μὲν οὖν τὰς ἀθέους ἀσκοῦσι φιλοσοφίας, εἰ δὴ καὶ φιλοσοφίας αὐτὰς δεῖ καλεῖν, ἁπάσας διασύροντες τὰς ἐπιφανείας τῶν θεῶν τὰς παρʼ Ἕλλησιν ἢ βαρβάροις γενομένας καὶ ταύτας εἰς γέλωτα πολὺν ἄξουσι τὰς ἱστορίας ἀλαζονείαις· ἀνθρωπίναις αὐτὰς ἀνατιθέντες, ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός.
因此,凡是奉行无神论哲学(如果确实应当称其为哲学的话)的人,都会对希腊人或异族人中发生的所有神明显现横加嘲讽,并将这些历史故事也归咎于人类的欺骗而大加嘲笑,认为没有任何一位神明会关心人类的任何事务。
ὅσοι δʼ οὐκ ἀπολύουσι τῆς ἀνθρωπίνης ἐπιμελείας τοὺς θεούς, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς εὐμενεῖς εἶναι νομίζουσι καὶ τοῖς κακοῖς δυσμενεῖς διὰ πολλῆς ἐληλυθότες ἱστορίας, οὐδὲ ταύτας ὑπολήψονται τὰς ἐπιφανείας εἶναι ἀπίστους.
然而,那些不让神明免除对人类关怀的人,反而在研读了大量历史后,认为神明对善者温和、对恶者严厉,他们也不会认为这些显现是不可信的。
§2.68.3λέγεται δή ποτε τοῦ πυρὸς ἐκλιπόντος διʼ ὀλιγωρίαν τινὰ τῆς τότε αὐτὸ φυλαττούσης Αἰμιλίας ἑτέρᾳ παρθένῳ τῶν νεωστὶ κατειλεγμένων καὶ ἄρτι μανθανουσῶν παραδούσης τὴν ἐπιμέλειαν ταραχὴ πολλὴ γενέσθαι κατὰ τὴν πόλιν ὅλην καὶ ζήτησις ὑπὸ τῶν ἱεροφαντῶν, μή τι μίασμα περὶ τὸ πῦρ τῆς ἱερείας ἐτύγχανε γεγονός· ἔνθα δή φασι τὴν Αἰμιλίαν ἀναίτιον μὲν οὖσαν, ἀπορουμένην δʼ ἐπὶ τῷ συμβεβηκότι παρόντων τῶν ἱερέων καὶ τῶν ἄλλων παρθένων τὰς χεῖρας ἐπὶ τὸν βωμὸν ἐκτείνασαν εἰπεῖν· §2.68.4ἑστία τῆς Ῥωμαίων πόλεως φύλαξ, εἰ μὲν ὁσίως καὶ δικαίως ἐπιτετέλεκά σοι τὰ ἱερὰ χρόνον ὀλίγου δέοντα τριακονταετοῦς καὶ ψυχὴν ἔχουσα καθαρὰν καὶ σῶμα ἁγνόν, ἐπιφάνηθί μοι καὶ βοήθησον καὶ μὴ περιίδῃς τὴν σεαυτῆς ἱέρειαν τὸν οἴκτιστον μόρον ἀποθανοῦσαν· εἰ δὲ ἀνόσιόν τι πέπρακταί μοι ταῖς ἐμαῖς τιμωρίαις τὸ τῆς πόλεως ἄγος ἀφάγνισον.
据说,有一次由于当时看守圣火的埃米莉亚的某种疏忽,圣火熄灭了,因为她把看管职责交给了刚被选入且正在学习的另一位贞女,这在整个城市引起了巨大的混乱,大祭司们也展开了调查,担心女祭司身上是否发生了某种关于圣火的污秽;这时人们说,埃米莉亚虽然是无罪的,但对发生的事情感到束手无策,在祭司们和其他贞女在场的情况下,她向祭坛伸出双手说道: “罗马城的守护者维斯塔啊,如果我以纯洁的心灵和贞洁的身体,对你虔敬而公正地执行了将近三十年的圣礼,请向我显现并给予帮助,不要坐视你自己的女祭司惨遭最可怜的死亡;但如果我做过任何不虔敬的事,请用对我的惩罚来洗净城市的罪孽。
§2.68.5ταῦτʼ εἰποῦσαν καὶ περιρρήξασαν ἀπὸ τῆς καρπασίνης ἐσθῆτος, ἣν ἔτυχεν ἐνδεδυκυῖα, βαλεῖν τὸν τελαμῶνα ἐπὶ τὸν βωμὸν μετὰ τὴν εὐχὴν λέγουσι καὶ ἐκ τῆς κατεψυγμένης πρὸ πολλοῦ καὶ οὐδένα φυλαττούσης σπινθῆρα τέφρας ἀναλάμψαι φλόγα πολλὴν διὰ τῆς καρπάσου, ὥστε μηδὲν ἔτι δεῆσαι τῇ πόλει μήτε ἁγνισμῶν μήτε νέου πυρός.
” 人们说,她说完这些话后,从她当时穿的亚麻衣服上撕下一条带子,并在祈祷后将这条带子扔在祭坛上,接着,从早已冷却且不留任何火星的灰烬中,通过亚麻布燃起了一大股火焰,以至于城市既不再需要净化仪式,也不再需要引燃新火。

词汇与语法注释

  1. §2.68.2ὡς οὐδενὶ θεῶν μέλον ἀνθρώπων οὐδενός — 这是由连接词ὡς引导的属格绝对构型,用以表达无神论者的主观观点。无人称动词μέλει(关心)的中性分词μέλον在此作谓语,支配与格οὐδενὶ (θεῶν)和属格ἀνθρώπων οὐδενός。
  2. §2.68.3ταραχὴ πολλὴ γενέσθαι ... καὶ ζήτησις — 尽管受表示传闻的动词λέγεται支配,不定式γενέσθαι的逻辑主语ταραχὴ πολλὴ和ζήτησις却使用了主格而非预期的对格。这种不规则的主格保留是受到λέγεται的人称构型(personal construction)影响或构型混杂所致。
  3. §2.68.4μὴ περιίδῃς ... ἀποθανοῦσαν — 动词περιορῶ(默许、坐视)通常带有一个补充分词(此处为ἀποθανοῦσαν),用以表示被允许或被忽视的行为,意为“不要坐视你自己的女祭司惨遭最可怜的死亡”。
  4. §2.68.5ταῦτʼ εἰποῦσαν καὶ περιρρήξασαν ... βαλεῖν — 对格分词εἰποῦσαν和περιρρήξασαν充当不定式βαλεῖν(投掷)的逻辑主语(埃米莉亚),构成了依赖于上下文延伸或省略的主动词(“人们说”λέγουσι)的带对格的不定式(A.C.I.)结构。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.68.1-2.68.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.68.1-2.68.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。