§2.69.1ἔτι δὲ τούτου θαυμασιώτερόν ἐστι καὶ μύθῳ μᾶλλον ἐοικὸς ὃ μέλλω λέγειν.
しかし、私がこれから語ろうとすることは、これよりもさらに驚くべきことであり、より神話に似ている。
κατηγορῆσαί τινά φασιν ἀδίκως μιᾶς τῶν παρθένων τῶν ἱερῶν Τυκκίας ὄνομα, ἀφανισμὸν μὲν πυρὸς οὐκ ἔχοντα προφέρειν, ἄλλας δέ τινας ἐξ εἰκότων τεκμηρίων καὶ μαρτυριῶν ἀποδείξεις φέροντα οὐκ ἀληθεῖς·
人々は、ある者が聖なる乙女たちの一人、名はトゥッキアという者を不当に告発したと伝えている。 彼は聖火の消滅を(告発理由として)提示することはできなかったものの、もっともらしい間接的証拠や証言から、真実ではない他のいくつかの証拠を持ち出した。
κελευσθεῖσαν δʼ ἀπολογεῖσθαι τὴν παρθένον τοῦτο μόνον εἰπεῖν, ὅτι τοῖς ἔργοις ἀπολύσεται τὰς διαβολάς·
しかし、弁明するように命じられたその乙女は、ただ「行為によってその中傷を晴らすであろう」とだけ言ったと人々は伝えている。
§2.69.2ταῦτα δʼ εἰποῦσαν καὶ τὴν θεὸν ἐπικαλεσαμένην ἡγεμόνα τῆς ὁδοῦ γενέσθαι προάγειν ἐπὶ τὸν Τέβεριν ἐπιτρεψάντων μὲν αὐτῇ τῶν ἱεροφαντῶν, τοῦ δὲ κατὰ τὴν πόλιν ὄχλου συμπροπέμποντος·
そして彼女はこう語り、女神が道案内となるよう呼び求めて、ティベリス川へと進んで行った。 その際、神官たちは彼女に許可を与え、都市の群衆が彼女に同行した。
γενομένην δὲ τοῦ ποταμοῦ πλησίον τὸ παροιμιαζόμενον ἐν τοῖς πρώτοις τῶν ἀδυνάτων τόλμημα ὑπομεῖναι, ἀρυσαμένην ἐκ τοῦ ποταμοῦ κοσκίνῳ καὶ μέχρι τῆς ἀγορᾶς ἐνέγκασαν παρὰ τοὺς πόδας τῶν ἱεροφαντῶν ἐξερᾶσαι τὸ ὕδωρ.
そして、川の近くに至ると、不可能事の第一として諺にも言われる大胆な試みに挑み、篩で川から水を汲み、広場まで運んで、神官たちの足元にその水を注ぎ出したと人々は伝えている。
§2.69.3καὶ μετὰ ταῦτά φασι τὸν κατήγορον αὐτῆς πολλῆς ζητήσεως γενομένης μήτε ζῶντα εὑρεθῆναι μήτε νεκρόν.
そしてこのことの後、多くの捜索が行われたものの、彼女の告発者は生きた状態でも死んだ状態でも見つからなかったと言われている。
ἀλλʼ ὑπὲρ μὲν τῶν ἐπιφανειῶν τῆς θεᾶς ἔχων ἔτι πολλὰ λέγειν καὶ ταῦτα ἱκανὰ εἰρῆσθαι νομίζω.
しかし、女神の現出について私はまだ語るべき多くのことを持っているが、これらで十分に語られたと私は考える。