§2.52.1Ῥωμύλῳ μὲν οὖν δεινόν, ὥσπερ ἦν, τὸ περὶ τοὺς πρεσβευτὰς ἐφαίνετο πάθος καὶ ταχείας ἀφοσιώσεως δεόμενον, ὡς ἱεροῦ καταλυομένου νόμου.
ロムルスにとって、使節たちに起こった出来事は、実際そうであったように、恐るべきことと思われ、神聖な法が侵されているものとして、迅速な贖罪を必要としているように見えた。
καὶ οὐδὲν ἔτι διαμελλήσας, ὡς εἶδεν ὀλιγωροῦντα τὸν Τάτιον αὐτὸς συνέλαβε τοὺς ἐνόχους τῷ ἄγει καὶ §2.52.2δήσας παρέδωκε τοῖς πρεσβευταῖς ἀπάγειν.
そして、もはや少しも躊躇することなく、タティウスがこの件を軽視しているのを見ると、彼自身でその罪に問われるべき者たちを逮捕し、縛って、連行するようにと使節たちに引き渡した。
Τατίῳ δὲ θυμός τε εἰσέρχεται τῆς ὕβρεως, ἣν ὑπὸ τοῦ συνάρχοντος ᾐτιᾶτο ὑβρίσθαι κατὰ τὴν παράδοσιν τῶν ἀνδρῶν, καὶ οἶκτος τῶν ἀπαγομένων ʽἦν γὰρ καὶ συγγενής τις αὐτοῦ τῷ ἄγει ἔνοχοσʼ καὶ αὐτίκα τοὺς στρατιώτας ἀναλαβὼν ἐβοήθει διὰ τάχους ἐν ὁδῷ τε ὄντας τοὺς πρέσβεις καταλαβὼν ἀφείλετο τοὺς §2.52.3ἀπαγομένους.
しかしタティウスには、この男たちの引き渡しに関して共同統治者から受けたと彼が非難していた侮辱に対する怒りと、連行されていく者たちへの憐れみが湧き起こった(というのも、彼の親族の一人もその罪に問われていたからである)。 そして直ちに、兵士たちを率いて迅速に救援へと向かい、途上にあった使節たちに追いつくと、奪い返した、その連行されていた人々を。
χρόνου δὲ οὐ πολλοῦ διελθόντος, ὡς μέν τινες φασιν, ἅμα Ῥωμύλῳ παραγενόμενος εἰς τὸ Λαουίνιον ἕνεκα θυσίας, ἣν ἔδει τοῖς πατρῴοις θεοῖς ὑπὲρ τῆς πόλεως θῦσαι τοὺς βασιλεῖς, συστάντων ἐπʼ αὐτὸν τῶν ἑταίρων τε καὶ γένει προσηκόντων τοῖς ἀνῃρημένοις πρέσβεσιν ἐπὶ τῶν βωμῶν ταῖς μαγειρικαῖς σφαγίσι καὶ τοῖς βουπόροις ὀβελοῖς παιόμενος ἀποθνήσκει.
それからいくらも経たないうちに、ある人々が言うには、王たちが国家のために祖先の神々に捧げるべき犠牲を執り行うために、ロムルスとともにラウイニウムへ赴いたとき、殺害された使節たちの仲間や親族たちが彼に対して共謀し、祭壇の上で、生贄を屠る刃物や牛を刺す串で打ち据えられて死亡した。
§2.52.4ὡς δʼ οἱ περὶ Λικίννιον γράφουσιν οὐ μετὰ Ῥωμύλου παραγενόμενος οὐδὲ χάριν ἱερῶν, ἀλλὰ μόνος ὡς πείσων τοὺς ἀδικηθέντας ἀφεῖναι τοῖς δεδρακόσι τὴν ὀργήν, ἀγανακτήσαντος τοῦ πλήθους ἐπὶ τῷ μὴ παραδίδοσθαί σφισι τοὺς ἄνδρας, ὡς ὅ τε Ῥωμύλος ἐδικαίωσε καὶ ἡ τῶν Ῥωμαίων ἔκρινε βουλή, καὶ τῶν προσηκόντων τοῖς τεθνεῶσι κατὰ πλῆθος ὁρμησάντων ἐπʼ αὐτόν, ἀδύνατος ὢν ἔτι διαφυγεῖν τὴν ἐκ χειρὸς δίκην καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθνήσκει.
しかし、リキニウスの一派が書いているところによれば、ロムルスとともに赴いたのでも、祭儀のためでもなく、ただ一人で、被害者たちを説得して犯人たちへの怒りを鎮めさせようとした。 しかし、ロムルスが正当と判断し、またローマの元老院が決定した通りに犯人の男たちが自分たちに引き渡されないことに民衆が憤慨し、死者の親族たちが大挙して彼に襲いかかり、もはやその場での直接の処罰を逃れることができず、彼らに石を投げつけられて死亡した。
§2.52.5Τάτιος μὲν οὖν τοιαύτης τελευτῆς ἔτυχε τρία μὲν ἔτη πολεμήσας Ῥωμύλῳ, πέντε δὲ συνάρξας, θάπτεται δʼ εἰς Ῥώμην κομισθεὶς ἐντίμῳ ταφῇ καὶ χοὰς αὐτῷ καθʼ ἕκαστον ἐνιαυτὸν ἡ πόλις ἐπιτελεῖ δημοσίᾳ.
こうしてタティウスはこのような最期を迎えた。 彼は三年間ロムルスと戦い、五年間共同で統治した。 彼はローマに運ばれて礼を尽くした葬儀で埋葬され、国家は彼のために、毎年公に供物を捧げている。