§2.53.1Ῥωμύλος δὲ μόνος ἐπὶ τὴν ἀρχὴν τὸ δεύτερον καταστὰς τό τε ἄγος ἀφοσιοῦται τὸ περὶ τοὺς πρέσβεις γενόμενον προειπὼν τοῖς ἐργασαμένοις τὸ μύσος ὕδατος εἴργεσθαι καὶ πυρός ʽἐπεφεύγεσαν γὰρ ἐκ τῆς πόλεως ἅπαντες ἅμα τῷ τὸν Τάτιον ἀποθανεῖνʼ καὶ τῶν Λαουινιατῶν τοὺς συστάντας ἐπὶ τὸν Τάτιον δικαστηρίῳ παραδοὺς ἐκδοθέντας ὑπὸ τῆς πόλεως, ἐπειδὴ δικαιότερα ἐδόκουν λέγειν τὰ βίαια τιμωρησάμενοι τοῖς βιαίοις, ἀπέλυσε τῆς αἰτίας.
一方、ロムルスは再び単独で支配権を握ると、使節たちに起こった出来事に対する不浄を清めた。 それは、この不浄を働いた者たちに対して、水と火を禁じると(放逐を)あらかじめ宣告することによってであった(というのも、彼らは皆タティウスの死と同時に都市から逃亡していたからである)。 また、タティウスに対して共謀し、自らの都市によって引き渡されていたラウイニウム人たちを裁判に引き渡したが、彼らは暴力に対して暴力をもって報復したことで、より正当な言い分を述べていると思われたので、容疑を免除した。
§2.53.2ταῦτα διαπραξάμενος ἐπὶ τὴν Φιδηναίων ἐστράτευσε πόλιν ἀπὸ τετταράκοντα σταδίων τῆς Ῥώμης κειμένην, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν τότε.
これらのことをやり遂げると、彼は、ローマから四十スタディオンのところに位置し、当時、大きく人口の多い都市であったフィデナエ人の都市に対して遠征した。
ἀγομένης γὰρ εἰς τὴν Ῥώμην ἀγορᾶς ἐν σκάφαις ποταμηγοῖς, ἣν Κρουστομερῖνοι πιεζομένοις ὑπὸ λιμοῦ Ῥωμαίοις ἀπέστειλαν, ὠσάμενοι κατὰ πλῆθος ἐπὶ τὰς σκάφας οἱ Φιδηναῖοι τήν τε ἀγορὰν διήρπασαν καὶ τῶν ἀνθρώπων τινὰς τῶν ἐπιβοηθούντων ἀπέκτειναν αἰτούμενοί
というのも、飢饉に苦しんでいたローマ人たちのためにクルストメリウム人が送った、川船でローマに運ばれていた食糧を、フィデナエ人が大挙してその船に押し寄せ、強奪しただけでなく、救助に駆けつけた人々の一部を殺害したからである。
§2.53.3τε δίκας οὐχ ὑπεῖχον.
彼らは賠償を求められたが応じようとしなかった。
ἐφʼ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην.
これらのことに憤慨したロムルスは、大軍を率いて彼らの領土に侵入し、豊かな戦利品を手中に収めると、軍を引き揚げる準備をしていたが、フィデナエ人が打って出てきたため、彼らと戦闘を交えた。
καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφʼ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δʼ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.
激しい戦いとなり、双方から多くの死者が出たが、敗北したフィデナエ人は敗走し、彼は彼らをすぐ後ろから追撃して、逃げる者たちとともに城壁の内部に突入した。
§2.53.4ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.
突撃によって都市が陥落すると、彼は彼らのうち少数を処罰し、都市に三百人の守備隊を残し、領土の一部を切り割いて味方の間で分配し、この都市をもローマ人の植民市とした。 なお、この都市はアルバ人の植民市であり、ノメントゥムやクルストメリウムと同じ時期に、三人の兄弟がその植民を率いて建設されたもので、彼らのうちの最年長者がフィデナエを建設したのである。