§2.50.1οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον τήν τε πόλιν εὐθὺς ἐποίουν μείζονα προσθέντες ἑτέρους αὐτῇ δύο λόφους, τόν τε Κυρίνιον κληθέντα καὶ τὸν Καίλιον, καὶ διελόμενοι τὰς οἰκήσεις χωρὶς ἀλλήλων δίαιταν ἐν τοῖς ἰδίοις ἑκάτεροι χωρίοις ἐποιοῦντο, Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων καὶ τὸ Καίλιον ὄρος·
ロムルスとタティウスの陣営は直ちに都市を拡張し、さらに二つの丘、すなわちクィリニウスと呼ばれる丘とカエリウスの丘を都市に加え、居住地を互いに分けて、それぞれ自分たちの地区で生活を営んだ。
ἔστι δὲ τῷ Παλατίῳ προσεχές· Τάτιος δὲ τὸν Καπιτωλῖνον, ὅνπερ ἐξ ἀρχῆς κατέσχε, καὶ τὸν Κυρίνιον §2.50.2ὄχθον.
ロムルスはパラティウムとカエリウス山(これはパラティウムに隣接している)を保持し、タティウスは彼が最初から占領していたカピトリヌムとクィリニウスの丘を保持した。
τὸ δʼ ὑποκείμενον τῷ Καπιτωλίῳ πεδίον ἐκκόψαντες τὴν ἐν αὐτῷ πεφυκυῖαν ὕλην καὶ τῆς λίμνης, ἣ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε τοῖς κατιοῦσιν ἐκ τῶν ὀρῶν νάμασι, τὰ πολλὰ χώσαντες ἀγορὰν αὐτόθι κατεστήσαντο, ᾗ καὶ νῦν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοῦσι, καὶ τὰς συνόδους ἐνταῦθα ἐποιοῦντο ἐν Ἡφαίστου χρηματίζοντες ἱερῷ §2.50.3μικρὸν ἐπανεστηκότι τῆς ἀγορᾶς.
そしてカピトリヌムの麓に広がる平地については、そこに生い茂っていた森林を切り開き、また、凹地であるために山々から流れ下る水によって満ちていた沼地の大部分を埋め立てて、そこに広場を設置した。 ローマ人は現在でもこれを使用し続けており、彼らはここに集会を設け、広場より少し高くなったヘパイストスの神殿で国政を審議した。
ἱερά τε ἱδρύσαντο καὶ βωμοὺς καθιέρωσαν οἷς ηὔξαντο κατὰ τὰς μάχας θεοῖς, Ῥωμύλος μὲν ὀρθωσίῳ Διὶ παρὰ ταῖς καλουμέναις Μουγωνίσι πύλαις, αἳ φέρουσιν εἰς τὸ Παλάτιον ἐκ τῆς ἱερᾶς ὁδοῦ, ὅτι τὴν στρατιὰν αὐτοῦ φυγοῦσαν ἐποίησεν ὁ θεὸς ὑπακούσας ταῖς εὐχαῖς στῆναί τε καὶ πρὸς ἀλκὴν τραπέσθαι·
また、彼らは神殿を建立し、戦闘の際に祈願した神々に祭壇を奉献した。 ロムルスは、聖なる道からパラティウムへと通じる、いわゆるムゴニア門の傍らに、とどめおきしゼウスに奉献した。 これは、神が彼の祈りを聞き届けて、敗走していた彼の軍勢を立ち止まらせ、勇気を取り戻させ敵に向かわせたからである。
Τάτιος δὲ Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Κρόνῳ καὶ Ῥέᾳ, πρὸς δὲ τούτοις Ἑστίᾳ καὶ Ἡφαίστῳ καὶ Ἀρτέμιδι καὶ Ἐνυαλίῳ καὶ ἄλλοις θεοῖς, ὧν χαλεπὸν ἐξειπεῖν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα, ἐν ἁπάσαις τε ταῖς κουρίαις Ἥρᾳ τραπέζας ἔθετο κυριτίδι λεγομένῃ, αἳ καὶ εἰς τόδε χρόνου κεῖνται.
一方タティウスは、太陽と月、クロノスとレア、さらにこれらに加えてヘスティア、ヘパイストス、アルテミス、エニュアリオス、そしてギリシア語でその名前を語ることが困難な他の神々に奉献し、すべてのクリアにおいて、クリティスと呼ばれるヘラのために供え物用の机を置いた。 これらは今日に至るまで据え置かれている。
§2.50.4ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν.
こうして彼らは五年間、いかなる事柄についても争うことなく共同で統治した。 その間に彼らが共同の業績として示したのが、カメリア人に対する遠征であった。
λῃστήρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὑπʼ αὐτῶν καλούμενοι·
というのも、カメリア人は略奪部隊を送り込んで彼らの土地を大いに荒らし、何度も裁判を求められても応じなかったからである。
οὓς ἐκ παρατάξεώς τε νικήσαντες ʽἐχώρησαν γὰρ αὐτοῖς ὁμόσἐ καὶ μετὰ ταῦτα ἐκ τειχομαχίας κατὰ κράτος ἑλόντες ὅπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τῇ τρίτῃ μερίδι·
彼らを野戦において撃破し(というのも、彼らは白兵戦を挑んできたからである)、その後、攻城戦によって力ずくで占領して、武器を奪い、領土の三分の一を没収する罰を科した。
ἣν τοῖς σφετέροις διεῖλον.
その土地を彼らは自分たちの市民に分配した。
τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων ἐπεξελθόντες §2.50.5καὶ τρεψάμενοι αὐτούς, τὰ μὲν αὐτῶν ἅπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αὐτοὺς δὲ τοὺς ἀνθρώπους ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἴασαν.
しかし、カメリア人たちが入植者たちを害したため、彼らは出兵し、彼らを敗走させて、彼らの財産のすべてを自分たちの市民に分配した。 しかし、その人々自身については、ローマに居住することを望む者は誰でもそれを許した。
ἐγένοντο δʼ ὡς τετρακισχίλιοι, οὓς ταῖς φράτραις ἐπεμέρισαν, καὶ τὴν πόλιν αὐτῶν ἀποικίαν Ῥωμαίων ἐποίησαν.
それらは約四千人に達し、彼らをフラトリアに分配し、彼らの都市をローマの植民都市とした。
ἦν δὲ Ἀλβανῶν ἀπόκτισις ἡ Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον τῆς Ῥώμης· τὸ δʼ ἀρχαῖον Ἀβοριγίνων οἴκησις ἐν τοῖς πάνυ ἐπιφανής.
カメリアは、ローマよりずっと以前に送り出されたアルバ人たちの植民都市であったが、古くは、きわめて名高いアボリギネスの居住地であった。