Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.50.1-2.50.5

城市的扩建与共同统治下的卡梅里亚征服

第 141 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯与塔提乌斯扩大了城市并划分了居住区,清理低地设立了广场。双方各自为众神建立神庙与祭坛,并在共同统治的五年期间成功征讨卡梅里亚并将其并入罗马。

§2.50.1οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον τήν τε πόλιν εὐθὺς ἐποίουν μείζονα προσθέντες ἑτέρους αὐτῇ δύο λόφους, τόν τε Κυρίνιον κληθέντα καὶ τὸν Καίλιον, καὶ διελόμενοι τὰς οἰκήσεις χωρὶς ἀλλήλων δίαιταν ἐν τοῖς ἰδίοις ἑκάτεροι χωρίοις ἐποιοῦντο, Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων καὶ τὸ Καίλιον ὄρος·
罗穆路斯和塔提乌斯立即扩大了城市,为它增加了另外两座山丘,即被称为奎里纳尔的山丘和凯利乌斯山,并各自划分了住所,在他们自己的区域内生活。
ἔστι δὲ τῷ Παλατίῳ προσεχές· Τάτιος δὲ τὸν Καπιτωλῖνον, ὅνπερ ἐξ ἀρχῆς κατέσχε, καὶ τὸν Κυρίνιον §2.50.2ὄχθον.
罗穆路斯占领了帕拉蒂尼和凯利乌斯山——凯利乌斯山与帕拉蒂尼相邻;塔提乌斯则占领了他最初就占领的卡皮托尔山以及奎里纳尔丘陵。
τὸ δʼ ὑποκείμενον τῷ Καπιτωλίῳ πεδίον ἐκκόψαντες τὴν ἐν αὐτῷ πεφυκυῖαν ὕλην καὶ τῆς λίμνης, ἣ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε τοῖς κατιοῦσιν ἐκ τῶν ὀρῶν νάμασι, τὰ πολλὰ χώσαντες ἀγορὰν αὐτόθι κατεστήσαντο, ᾗ καὶ νῦν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοῦσι, καὶ τὰς συνόδους ἐνταῦθα ἐποιοῦντο ἐν Ἡφαίστου χρηματίζοντες ἱερῷ
他们砍伐了卡皮托尔山下平原上生长的树木,并将由于地势低洼而被从山上流下的水填满的大部分沼泽填平,在此设立了广场,罗马人至今仍在使用这一广场。
§2.50.3μικρὸν ἐπανεστηκότι τῆς ἀγορᾶς.
他们在此举行集会,并在高出广场不远的赫菲斯托斯神庙中商议国事。
ἱερά τε ἱδρύσαντο καὶ βωμοὺς καθιέρωσαν οἷς ηὔξαντο κατὰ τὰς μάχας θεοῖς, Ῥωμύλος μὲν ὀρθωσίῳ Διὶ παρὰ ταῖς καλουμέναις Μουγωνίσι πύλαις, αἳ φέρουσιν εἰς τὸ Παλάτιον ἐκ τῆς ἱερᾶς ὁδοῦ, ὅτι τὴν στρατιὰν αὐτοῦ φυγοῦσαν ἐποίησεν ὁ θεὸς ὑπακούσας ταῖς εὐχαῖς στῆναί τε καὶ πρὸς ἀλκὴν τραπέσθαι· Τάτιος δὲ Ἡλίῳ τε καὶ Σελήνῃ καὶ Κρόνῳ καὶ Ῥέᾳ, πρὸς δὲ τούτοις Ἑστίᾳ καὶ Ἡφαίστῳ καὶ Ἀρτέμιδι καὶ Ἐνυαλίῳ καὶ ἄλλοις θεοῖς, ὧν χαλεπὸν ἐξειπεῖν Ἑλλάδι γλώττῃ τὰ ὀνόματα, ἐν ἁπάσαις τε ταῖς κουρίαις Ἥρᾳ τραπέζας ἔθετο κυριτίδι λεγομένῃ, αἳ καὶ εἰς τόδε χρόνου κεῖνται.
他们还建立神庙并为在战斗中许愿的神明奉献祭坛:罗穆路斯在从圣道通往帕拉蒂尼的所谓穆戈尼亚门旁,为“驻守”朱庇特奉献,因为神听从了他的祈祷,使他撤退的军队停下脚步并转向反击;而塔提乌斯则为太阳神、月神、克罗诺斯和瑞亚奉献,此外还为赫斯提亚、赫菲斯托斯、阿耳忒弥斯、埃纽阿里奥斯以及其他难以用希腊语表达其名称的神明奉献,并在所有的库里亚中为被称为“奎里蒂斯”的赫拉设立了供桌,这些供桌至今依然存在。
§2.50.4ἔτη μὲν οὖν πέντε συνεβασίλευσαν ἀλλήλοις ὑπὲρ οὐδενὸς διαφερόμενοι χρήματος, ἐν οἷς κοινὴν πρᾶξιν ἀπεδείξαντο τὴν ἐπὶ Καμερίνους στρατείαν.
因此,他们共同统治了五年,没有在任何事情上产生分歧。 在此期间,他们展现的共同政绩是对卡梅里纳人的征伐。
λῃστήρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὑπʼ αὐτῶν καλούμενοι·
因为卡梅里纳人派出掠夺队,对他们的土地造成了极大破坏,虽多次受到传唤,却拒绝接受审判。
οὓς ἐκ παρατάξεώς τε νικήσαντες ʽἐχώρησαν γὰρ αὐτοῖς ὁμόσἐ καὶ μετὰ ταῦτα ἐκ τειχομαχίας κατὰ κράτος ἑλόντες ὅπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τῇ τρίτῃ μερίδι· ἣν τοῖς σφετέροις διεῖλον.
他们在野战中击败了卡梅里纳人(因为对方与他们短兵相接),此后通过攻城战强力攻占了该城,收缴了他们的武器,并惩罚没收其三分之一的领土,将其分配给自己的市民。
τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων ἐπεξελθόντες §2.50.5καὶ τρεψάμενοι αὐτούς, τὰ μὲν αὐτῶν ἅπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αὐτοὺς δὲ τοὺς ἀνθρώπους ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἴασαν.
当卡梅里纳人侵害新定居者时,他们再次出兵征讨,击败了他们,并将他们的全部财产分配给自己的公民,但允许所有愿意在罗马定居的居民留在那里。
ἐγένοντο δʼ ὡς τετρακισχίλιοι, οὓς ταῖς φράτραις ἐπεμέρισαν, καὶ τὴν πόλιν αὐτῶν ἀποικίαν Ῥωμαίων ἐποίησαν.
这些人大约有四千人,他们被分配到各个库里亚中,并将他们的城市变成了罗马的殖民地。
ἦν δὲ Ἀλβανῶν ἀπόκτισις ἡ Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον τῆς Ῥώμης· τὸ δʼ ἀρχαῖον Ἀβοριγίνων οἴκησις ἐν τοῖς πάνυ ἐπιφανής.
卡梅里亚是阿尔巴人的殖民地,早在罗马建立许多年之前就已经派出,但在古代,它是阿博里金人极为著名的居住地。

词汇与语法注释

  1. 2.50.1οἱ δὲ περὶ τὸν Ῥωμύλον καὶ Τάτιον — “οἱ περί” 加上宾格的惯用表达。根据上下文,它既可以指罗穆路斯和塔提乌斯本人,也可以指他们各自的随从和阵营。由于此处主句动词为复数(ἐποίουν, ἐποιοῦντο),且随后叙述了双方划分不同的山丘居住,因此理解为两位领袖及其整个阵营更为自然。
  2. 2.50.2τῆς λίμνης ... τὰ πολλά — 属格 τῆς λίμνης 是部分属格,修饰名词性使用的中性复数宾格 τὰ πολλά(大部分)。整个短语作为分词 χώσαντες(填平)的直接宾语。由于关系从句(ἣ δὴ...)的插入,使得该属格的修饰对象变得不易直接辨识。
  3. 2.50.3ὧν χαλεπὸν ἐξειπεῖν — 关系代词 ὧν 是属格,先行词为 ἄλλοις θεοῖς,修饰名词 τὰ ὀνόματα(名字)。非人称形容词 χαλεπόν 省略了系动词 ἐστί,后接说明性不定式 ἐξειπεῖν(说出、表达)。结构为“要用希腊语说出其名字是困难的”。
  4. 2.50.4τῶν δὲ Καμεριναίων τοὺς ἐποίκους λυμαινομένων — 由名词 τῶν Καμεριναίων 和分词 λυμαινομένων 构成的属格独立结构。在文脉中表示原因(因为卡梅里纳人侵害了定居者)。分词的直接宾语是宾格的 τοὺς ἐποίκους(定居者)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.50.1-2.50.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.50.1-2.50.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。