§2.38.1μαθὼν δὲ τὴν παρασκευὴν αὐτῶν Τάτιος ὁ τῶν Σαβίνων βασιλεὺς νυκτὸς ἀναστήσας τὸν στρατὸν ἦγε διὰ τῆς χώρας οὐδὲν σινόμενος τῶν κατὰ τοὺς ἀγροὺς καὶ πρὶν ἀνατεῖλαι τὸν ἥλιον μεταξὺ τοῦ τε Κυρινίου καὶ τοῦ Καπιτωλίου τίθησιν ἐν τῷ πεδίῳ τὸν χάρακα.
サビニ人の王タティオスは彼らの準備を知ると、夜間に軍勢を出発させて(ローマの)領土を進み、畑のものを何一つ害することなく、太陽が昇る前に、クィリニウスの丘とカピトリヌスの丘の間の平原に陣地を築いた。
ὁρῶν δὲ ἀσφαλεῖ πάντα φυλακῇ κατεχόμενα πρὸς τῶν πολεμίων, σφίσι δὲ οὐδὲν χωρίον ἀπολειπόμενον ὀχυρὸν εἰς πολλὴν ἐνέπιπτεν ἀπορίαν οὐκ ἔχων ὅ τι χρήσεται τῇ τριβῇ τοῦ χρόνου.
しかし、すべてが敵によって確実な守備で占拠されており、自分たちには砦となるような場所が何一つ残されていないのを見て、彼は時間の遅延をどう扱えばよいか分からず、大きな困惑に陥った。
§2.38.2ἀμηχανοῦντι δὲ αὐτῷ παράδοξος εὐτυχία γίνεται παραδοθέντος τοῦ κρατίστου τῶν ὀχυρωμάτων κατὰ τοιάνδε τινὰ συντυχίαν.
途方に暮れている彼に、最も堅固な砦が以下のような偶然によって引き渡されるという、予期せぬ幸運が生じた。
παρεξιόντας γὰρ τὴν ῥίζαν τοῦ Καπιτωλίου τοὺς Σαβίνους εἰς ἐπίσκεψιν, εἴ τι μέρος εὑρεθείη τοῦ λόφου κλοπῇ ληφθῆναι δυνατὸν ἢ βίᾳ, παρθένος τις ἀπὸ τοῦ μετεώρου κατεσκόπει θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ᾧ προσέκειτο ἡ
カピトリヌスの丘の麓を、不意打ちや力によって奪取可能な箇所がどこかにないかと偵察するために通り過ぎていくサビニ人たちを、高みから一人の乙女が見下ろしていた。
§2.38.3τοῦ χωρίου φυλακή, Τάρπεια ὄνομα·
彼女は、その場所の守備を委ねられていた著名な男の娘で、名をタルペイアといった。
καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψελλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν, καὶ τῶν δακτυλίων·
ファビウスやキンキウスが書いているところによれば、彼女の心に、彼らが左腕に身につけていたブレスレットや指輪への欲望が入り込んだのである。
χρυσοφόροι γὰρ ἦσαν οἱ Σαβῖνοι τότε καὶ Τυρρηνῶν οὐχ ἧττον ἁβροδίαιτοι·
当時サビニ人は黄金を身につけており、エトルリア人たちに劣らず贅沢な暮らしをしていたからである。
ὡς δὲ Πείσων Λεύκιος ὁ τιμητικὸς ἱστορεῖ, καλοῦ πράγματος ἐπιθυμία γυμνοὺς τῶν σκεπαστηρίων ὅπλων παραδοῦναι τοῖς πολίταις τοὺς πολεμίους.
しかし、ケンソル(監察官)であったルキウス・ピソが記録しているところによれば、敵をその防護用の武器を剥ぎ取られた状態で市民たちに引き渡そうという、高潔な行為への熱望が彼女を動かしたのだという。
ὁπότερον δὲ τούτων ἀληθέστερόν ἐστιν ἐκ τῶν ὕστερον γενομένων ἔξεστιν εἰκάζειν.
これらのうちどちらがより真実であるかは、その後に起こったことから推測することが可能である。
§2.38.4πέμψασα δʼ οὖν τῶν θεραπαινίδων τινὰ διὰ πυλίδος, ἣν οὐδεὶς ἔμαθεν ἀνοιγομένην, ἠξίου τὸν βασιλέα τῶν Σαβίνων ἐλθεῖν αὑτῇ δίχα τῶν ἄλλων εἰς λόγους, ὡς ἐκείνῳ διαλεξομένη περὶ πράγματος ἀναγκαίου καὶ μεγάλου.
ともあれ、彼女は侍女の一人を、開くのを誰も気づかなかった小門から派遣し、サビニ人の王に、重大かつ不可欠な事柄について彼と話し合うつもりであるとして、他の人々を交えずに彼女と会談するよう求めた。
δεξαμένου δὲ τοῦ Τατίου τὸν λόγον κατʼ ἐλπίδα προδοσίας καὶ συνελθόντος εἰς τὸν ἀποδειχθέντα τόπον, προελθοῦσα εἰς ἐφικτὸν ἡ παρθένος ἐξεληλυθέναι μὲν νυκτὸς ἐκ τοῦ φρουρίου τὸν πατέρα αὑτῆς ἔφη χρείας τινὸς ἕνεκα, τὰς δὲ κλεῖς αὐτὴ φυλάττειν τῶν πυλῶν καὶ παραδώσειν αὐτοῖς τὸ ἔρυμα νυκτὸς ἀφικομένοις μισθὸν τῆς προδοσίας λαβοῦσα τὰ φορήματα τῶν Σαβίνων, ἃ περὶ τοῖς εὐωνύμοις εἶχον ἅπαντες βραχίοσιν.
タティオスが裏切りの期待を抱いてその提案を受け入れ、指定された場所に赴くと、乙女は声の届く範囲まで進み出て、自分の父親がある用件のために夜間に砦から外出しており、門の鍵は自分が保管しているので、夜間に彼らが到着したときに砦を引き渡すつもりである、と言った。 ただし、その裏切りの報酬として、サビニ人全員が左腕に身につけていた装身具を受け取ることを条件とした。
§2.38.5εὐδοκοῦντος δὲ τοῦ Τατίου λαβοῦσα τὰς πίστεις διʼ ὅρκων παρʼ αὐτοῦ καὶ αὐτὴ δοῦσα τοῦ μὴ ψεύδεσθαι τὰς ὁμολογίας τόπον τε ὁρίσασα, ἐφʼ ὃν ἔδει τοὺς Σαβίνους ἐλθεῖν, τὸν ἐχυρώτατον καὶ νυκτὸς ὥραν τὴν ἀφυλακτοτάτην ἀπῄει καὶ τοὺς ἔνδον ἔλαθε.
タティオスが合意すると、彼女は彼から誓いによる確約を受け取り、また彼女自身も合意を破らないという確約を与えた。 そして、サビニ人が赴くべき最も堅固な場所と、夜間の最も警戒の薄い時間を指定すると、立ち去り、内部の者たちに気づかれることなく戻った。