Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.37.1-2.37.5

ロムルスの防備強化とサビニ軍の進軍

128 / 962 箇所 · ギリシア語

要旨

ロムルスはローマの防備を強化し、エトルリア人ロコモンらの援軍を得てサビニ人に備える。サビニ人は和平交渉の決裂後、大軍を率いて進軍し、ローマ軍も二手に分かれてこれを迎え撃つ。

§2.37.1ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμύλος ἀντιπαρεσκευάζετο τὰ κράτστα, ὡς ἀμυνούμενος ἄνδρας τὰ πολέμια ἀλκίμους, τοῦ μὲν Παλατίου τὸ τεῖχος ὡς ἀσφαλέστερον εἶναι τοῖς ἔνδον ὑψηλοτέροις ἐρύμασιν ἐγείρων, τοὺς δὲ παρακειμένους αὐτῷ λόφους τόν τε Αὐεντῖνον καὶ τὸν Καπιτωλῖνον νῦν λεγόμενον ἀποταφρεύων καὶ χαρακώμασι καρτεροῖς περιλαμβάνων, ἐν οἷς τὰ ποίμνια καὶ τοὺς γεωργοὺς αὐλίζεσθαι τὰς νύκτας ἐπέταξεν ἐχεγγύῳ φρουρᾷ καταλαβὼν ἑκάτερον, καὶ εἴ τι ἄλλο χωρίον ἀσφάλειαν αὐτοῖς παρέξειν ἔμελλεν ἀποταφρεύων καὶ περισταυρῶν καὶ §2.37.2διὰ φυλακῆς ἔχων.
この間に、ロムルスもまた、戦争において勇猛な男たちを迎え撃つために、最善の準備を進めていた。 彼は、パライオンの城壁を、内部の者たちにとってより安全であるように、より高い防壁によって高め、また、それに隣接する丘、すなわちアウェンティヌスと、現在カピトリヌスと呼ばれている丘の周りに堀を掘り、頑丈な柵で囲み、それらにおいて、羊の群れと農民たちが夜間に宿営するよう命じ、それぞれに信頼できる守備隊を配置して占拠させた。 そして、彼らに安全を提供するであろう他のいかなる場所をも、堀を掘り、柵を巡らせ、警戒の下に置いた。
ἧκε δὲ αὐτῷ Τυρρηνῶν ἐπικουρίαν ἱκανὴν ἄγων ἐκ Σολωνίου πόλεως ἀνὴρ δραστήριος καὶ τὰ πολέμια διαφανής, Λοκόμων ὄνομα, φίλος οὐ πρὸ πολλοῦ γεγονώς, καὶ παρʼ Ἀλβανῶν ἄνδρες, οὓς ὁ πάππος ἔπεμψεν αὐτῷ, συχνοὶ στρατιῶταί τε καὶ ὑπηρέται καὶ τεχνῖται πολεμικῶν ἔργων, σῖτός τε καὶ ὅπλα καὶ ὅσα τούτοις πρόσφορα ἦν ἱκανῶς ἅπαντα ἐπεχορηγεῖτο.
また彼のもとには、ソロニオンの街から十分なエトルリア人の援軍を率いて、活動的で戦争において際立った男、ロコモンという名で、少し前に友人となった者がやって来た。 また、祖父が彼のもとに送ったアルバ人たち、多数の兵士や従者、そして軍事技術者たちもやって来た。 そして穀物や武器、これらに必要なものはすべて、十分に供給された。
§2.37.3ἐπεὶ δʼ ἐν ἑτοίμῳ τὰ πρὸς τὸν ἀγῶνα ἦν ἑκατέροις, ἔαρος ἀρχομένου μέλλοντες ἐξάγειν οἱ Σαβῖνοι τὰς δυνάμεις ἔγνωσαν ἀποστεῖλαι πρεσβείαν πρῶτον ὡς τοὺς πολεμίους τάς τε γυναῖκας ἀξιώσουσαν ἀπολαβεῖν καὶ δίκας ὑπὲρ αὐτῶν αἰτήσουσαν τῆς ἁρπαγῆς, ἵνα δὴ διʼ ἀνάγκην δοκῶσιν ἀνειληφέναι τὸν πόλεμον οὐ τυγχάνοντες τῶν δικαίων, καὶ τοὺς κήρυκας ἔπεμπον ἐπὶ ταῦτα.
双方にとって戦いの準備が整うと、春の初めに軍勢を率い出そうとしていたサビニ人は、まず敵のもとに使節を派遣することを決定した。 それは、女性たちを取り戻すことを要求し、彼女たちの拉致に対する補償を求めるためのものであった。 これは、正当な要求が容れられなかったために、やむを得ず戦争に踏み切ったように見せるためであり、彼らはこの目的のために伝令を派遣した。
§2.37.4Ῥωμύλου δὲ ἀξιοῦντος τὰς μὲν γυναῖκας, ἐπειδὴ οὐδʼ αὐταῖς ἀκούσαις ὁ μετὰ τῶν ἀνδρῶν βίος ἦν, ἐᾶν παρὰ τοῖς γεγαμηκόσι μένειν, εἰ δέ τινος ἄλλου δέονται λαμβάνειν ὡς παρὰ φίλων, πολέμου δὲ μὴ ἄρχειν, οὐδενὶ τῶν ἀξιουμένων ὑπακούσαντες ἐξῆγον τὴν στρατιὰν πεζοὺς μὲν ἄγοντες πεντακισχιλίους ἐπὶ δύο μυριάσιν, ἱππεῖς δὲ ὀλίγου δέοντας χιλίων.
しかしロムルスは、女性たちも夫たちとの生活を嫌がってはいないのだから、結婚した夫たちのもとに留まることを許し、もし他に何か必要とするものがあれば、友人から得るように受け取るべきであり、戦争を始めるべきではない、と主張した。 そのため、サビニ人は要求されたことの何一つとして聞き入れず、歩兵2万5千人、騎兵1千人弱を率いて軍隊を出撃させた。
§2.37.5ἦν δὲ καὶ ἡ τῶν Ῥωμαίων δύναμις οὐ πολὺ τῆς Σαβίνων δέουσα δύο μὲν αἱ τῶν πεζῶν μυριάδες, ὀκτακόσιοι δʼ ἱππεῖς, καὶ προεκάθητο τῆς πόλεως διχῇ διῃρημένη, μία μὲν μοῖρα τὸν Ἐσκυλῖνον κατέχουσα λόφον, ἐφʼ ἧς αὐτὸς ὁ Ῥωμύλος ἦν, ἑτέρα δὲ τὸν Κυρίνιον οὔπω ταύτην ἔχοντα τὴν προσηγορίαν, ἧς ὁ Τυρρηνὸς ἦν Λοκόμων ἡγεμών.
ローマ人の軍勢もサビニ人の軍勢にそれほど劣っておらず、歩兵2万人、騎兵8百人であり、都市の前に二手に分かれて陣を敷いていた。 一隊はエスクイリヌスの丘を占め、そこにはロムルス自身がおり、他の一隊は、まだその名称を持っていなかったクィリニウスの丘を占め、そこはエトルリア人のロコモンが率いていた。

語釈・文法注

  1. §2.37.1τοῦ μὲν Παλατίου τὸ τεῖχος... ἐγείρων — 分詞 ἐγείρων, ἀποταφρεύων, περιλαμβάνων は、主動詞 ἀντιπαρεσκευάζετο(「最善の準備を進めていた」)の具体的な手段や内容を表す副詞的分詞(現在時制)である。
  2. §2.37.1καὶ εἴ τι ἄλλο χωρίον ἀσφάλειαν αὐτοῖς παρέξειν ἔμελλεν — εἴ τι ἄλλο(もし他の何かが〜なら)は、条件節の形式をとりつつ、「〜するであろう他のいかなる場所も」という普遍関係代名詞節に相当する意味を持つ。動詞 ἔμελλεν(未完了過去)は過去における未来の予定や可能性を表す。
  3. ¦316¦Ῥωμύλου δὲ ἀξιοῦντος — 属格独立構文。ロムルスの主張内容(ἀξιοῦντος)は、不定詞 ἐᾶν, λαμβάνειν, μὴ ἄρχειν によって導かれる。
  4. ¦316¦πεντακισχιλίους ἐπὶ δύο μυριάσιν — 前置詞 ἐπὶ に与格が続くことで、数詞において「〜に加えて」を意味する。したがって、この表現は「2万(δύο μυριάσιν)に5千(πεντακισχιλίους)を加えた」、すなわち「2万5千」を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.37.1-2.37.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.37.1-2.37.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。