§2.38.1μαθὼν δὲ τὴν παρασκευὴν αὐτῶν Τάτιος ὁ τῶν Σαβίνων βασιλεὺς νυκτὸς ἀναστήσας τὸν στρατὸν ἦγε διὰ τῆς χώρας οὐδὲν σινόμενος τῶν κατὰ τοὺς ἀγροὺς καὶ πρὶν ἀνατεῖλαι τὸν ἥλιον μεταξὺ τοῦ τε Κυρινίου καὶ τοῦ Καπιτωλίου τίθησιν ἐν τῷ πεδίῳ τὸν χάρακα.
萨宾人的国王塔提乌斯得知他们的准备工作后,在夜间整军出发,率军穿过罗马领土,对田野里的事物秋毫无犯。 在太阳升起之前,他在奎里尼乌斯山和卡皮托利乌斯山之间的平原上安营扎寨。
ὁρῶν δὲ ἀσφαλεῖ πάντα φυλακῇ κατεχόμενα πρὸς τῶν πολεμίων, σφίσι δὲ οὐδὲν χωρίον ἀπολειπόμενον ὀχυρὸν εἰς πολλὴν ἐνέπιπτεν ἀπορίαν οὐκ ἔχων ὅ τι χρήσεται τῇ τριβῇ τοῦ χρόνου.
然而,看到所有地方都被敌军以严密的防御所占领,而他们自己没有留下任何可以作为依托的坚固据点,他陷入了极大的困惑中,不知该如何应对这段时间的拖延。
§2.38.2ἀμηχανοῦντι δὲ αὐτῷ παράδοξος εὐτυχία γίνεται παραδοθέντος τοῦ κρατίστου τῶν ὀχυρωμάτων κατὰ τοιάνδε τινὰ συντυχίαν.
正当他一筹莫展之际,一个意想不到的幸运降临了:由于如下的一个巧合,最坚固的一座要塞被交到了他的手中。
παρεξιόντας γὰρ τὴν ῥίζαν τοῦ Καπιτωλίου τοὺς Σαβίνους εἰς ἐπίσκεψιν, εἴ τι μέρος εὑρεθείη τοῦ λόφου κλοπῇ ληφθῆναι δυνατὸν ἢ βίᾳ, παρθένος τις ἀπὸ τοῦ μετεώρου κατεσκόπει θυγάτηρ ἀνδρὸς ἐπιφανοῦς, ᾧ προσέκειτο ἡ §2.38.3τοῦ χωρίου φυλακή, Τάρπεια ὄνομα·
当萨宾人沿着卡皮托利乌斯山的山脚行进并进行侦察,以寻找该山的某一部分是否可以通过偷袭或强攻夺取时,一位少女从高处俯视着他们。 她是守卫该要塞的一位杰出人物的女儿,名叫塔佩雅。
καὶ αὐτὴν, ὡς μὲν Φάβιός τε καὶ Κίγκιος γράφουσιν, ἔρως εἰσέρχεται τῶν ψελλίων, ἃ περὶ τοῖς ἀριστεροῖς βραχίοσιν ἐφόρουν, καὶ τῶν δακτυλίων· χρυσοφόροι γὰρ ἦσαν οἱ Σαβῖνοι τότε καὶ Τυρρηνῶν οὐχ ἧττον ἁβροδίαιτοι· ὡς δὲ Πείσων Λεύκιος ὁ τιμητικὸς ἱστορεῖ, καλοῦ πράγματος ἐπιθυμία γυμνοὺς τῶν σκεπαστηρίων ὅπλων παραδοῦναι τοῖς πολίταις τοὺς πολεμίους.
据法比乌斯和辛基乌斯所写,她对他们左臂上戴的手镯和指环产生了贪欲(因为当时的萨宾人佩戴黄金,生活奢侈程度不亚于伊特鲁里亚人);但据审查官卢修斯·皮索记载,她是被一种高尚行为的渴望所驱使,即把被剥夺了防御性武器的敌人交给公民们。
ὁπότερον δὲ τούτων ἀληθέστερόν ἐστιν ἐκ τῶν ὕστερον γενομένων ἔξεστιν εἰκάζειν.
这两者中哪一个更真实,可以从后来发生的事情中推测出来。
§2.38.4πέμψασα δʼ οὖν τῶν θεραπαινίδων τινὰ διὰ πυλίδος, ἣν οὐδεὶς ἔμαθεν ἀνοιγομένην, ἠξίου τὸν βασιλέα τῶν Σαβίνων ἐλθεῖν αὑτῇ δίχα τῶν ἄλλων εἰς λόγους, ὡς ἐκείνῳ διαλεξομένη περὶ πράγματος ἀναγκαίου καὶ μεγάλου.
无论如何,她派了一名女仆通过一扇无人察觉被打开的小门,请求萨宾人的国王单独与她会面,声称要与他商讨一件紧急而重大的事情。
δεξαμένου δὲ τοῦ Τατίου τὸν λόγον κατʼ ἐλπίδα προδοσίας καὶ συνελθόντος εἰς τὸν ἀποδειχθέντα τόπον, προελθοῦσα εἰς ἐφικτὸν ἡ παρθένος ἐξεληλυθέναι μὲν νυκτὸς ἐκ τοῦ φρουρίου τὸν πατέρα αὑτῆς ἔφη χρείας τινὸς ἕνεκα, τὰς δὲ κλεῖς αὐτὴ φυλάττειν τῶν πυλῶν καὶ παραδώσειν αὐτοῖς τὸ ἔρυμα νυκτὸς ἀφικομένοις μισθὸν τῆς προδοσίας λαβοῦσα τὰ φορήματα τῶν Σαβίνων, ἃ περὶ τοῖς εὐωνύμοις εἶχον ἅπαντες βραχίοσιν.
塔提乌斯怀着叛变的希望接受了提议,并来到了指定的地点。 少女走到声音所及的距离内,说她的父亲因某种需要已于夜间离开了城堡,而她自己保管着城门的钥匙,并将在他们夜间到达时把要塞交给他们,条件是获得萨宾人所有人左臂上佩戴的饰物作为叛变的报酬。
§2.38.5εὐδοκοῦντος δὲ τοῦ Τατίου λαβοῦσα τὰς πίστεις διʼ ὅρκων παρʼ αὐτοῦ καὶ αὐτὴ δοῦσα τοῦ μὴ ψεύδεσθαι τὰς ὁμολογίας τόπον τε ὁρίσασα, ἐφʼ ὃν ἔδει τοὺς Σαβίνους ἐλθεῖν, τὸν ἐχυρώτατον καὶ νυκτὸς ὥραν τὴν ἀφυλακτοτάτην ἀπῄει καὶ τοὺς ἔνδον ἔλαθε.
在塔提乌斯表示同意后,她从他那里得到了誓言的保证,她自己也发誓绝不背弃诺言。 在指定了萨宾人应当前往的最坚固的地点以及夜间防备最松懈的时辰之后,她便离去,没有被城堡内的人发现。