§2.36.1ὁ δὲ Ῥωμύλος ταῦτα διαπραξάμενος ἐπὶ Κρουστομερίνους ἐξάγει τὴν στρατιὰν παρεσκευασμένους ἄμεινον τῶν προτέρων·
ロムルスはこれらのことを成し遂げると、以前の者たちよりもよく準備を整えていたクルストゥメリウムの人々に対して軍隊を率いて出撃した。
οὓς ἐκ παρατάξεώς τε καὶ τειχομαχίας παραστησάμενος ἄνδρας ἀγαθοὺς κατὰ τὸν ἀγῶνα γενομένους οὐδὲν ἔτι διαθεῖναι κακὸν ἠξίωσεν, ἀλλὰ καὶ ταύτην ἐποίησεν ἄποικον Ῥωμαίων τὴν πόλιν ὥσπερ τὰς προτέρας.
彼らを野戦と攻城戦によって屈服させたが、彼らは戦闘において勇敢な者たちであったため、それ以上いかなる害悪をも彼らに加えることをよしとせず、むしろこの都市をも、以前の都市たちと同様にローマ人の植民都市とした。
§2.36.2ἦν δὲ τὸ Κρουστομέριον Ἀλβανῶν ἀπόκτισις πολλοῖς πρότερον τῆς Ῥώμης ἀποσταλεῖσα χρόνοις.
クルストゥメリウムは、ローマよりも多くの年月以前に送り出されたアルバ人の植民都市であった。
διαγγελλούσης δὲ τῆς φήμης πολλαῖς πόλεσι τήν τε κατὰ πολέμους γενναιότητα τοῦ ἡγεμόνος καὶ πρὸς τοὺς κρατηθέντας ἐπιείκειαν ἄνδρες τε αὐτῷ προσετίθεντο πολλοὶ καὶ ἀγαθοὶ δυνάμεις ἀξιοχρέους πανοικίᾳ μετανισταμένας ἐπαγόμενοι, ὧν ἐφʼ ἑνὸς ἡγεμόνος ἐκ Τυρρηνίας ἐλθόντος, ᾧ Καίλιος ὄνομα ἦν, τῶν λόφων τις, ἐν ᾧ καθιδρύθη, Καίλιος εἰς τόδε χρόνου καλεῖται·
噂がこの指導者の戦争における勇敢さと、征服された人々に対する寛大さを多くの都市に告げ知らせると、多くの優れた男たちが彼に加わり、家族全員で移住して相応の軍勢を連れてきた。 そのうち、エトルリアからやって来たカエリウスという名の一人の指導者にちなんで、彼が定住した丘の一つが、今日に至るまでカエリウスと呼ばれている。
καὶ πόλεις ὅλαι παρεδίδοσαν ἑαυτὰς ἀπὸ τῆς Μεδυλλίνων ἀρξάμεναι καὶ ἐγίνοντο Ῥωμαίων ἀποικίαι.
また、メドゥッリアをはじめとする都市全体が自らを委ね、ローマ人の植民都市となった。
§2.36.3Σαβῖνοι δὲ ταῦτα ὁρῶντες ἤχθοντο καὶ διʼ αἰτίας ἀλλήλους εἶχον, ὅτι οὐκ ἀρχομένην τὴν Ῥωμαίων ἰσχὺν ἐκώλυσαν, ἀλλʼ ἐπὶ μέγα προηκούσῃ συμφέρεσθαι ἔμελλον, ἐδόκει τε αὐτοῖς ἐπανορθώσασθαι τὴν προτέραν ἄγνοιαν ἀξιολόγου δυνάμεως ἀποστολῇ.
サビニ人はこれらを見て憤慨し、ローマ人の勢力がまだ始まったばかりのうちに妨げなかったこと、むしろ大いに成長したその勢力と戦わねばならなくなったことについて、互いに責め合った。 そして彼らは、大層な軍勢を派遣することによって、かつての怠慢を是正することを決意した。
καὶ μετὰ τοῦτο ἀγορὰν ποιησάμενοι σύμπαντες ἐν τῇ μεγίστῃ τε πόλει καὶ πλεῖστον ἀξίωμα ἐχούσῃ τοῦ ἔθνους, ᾗ Κυρὶς ὄνομα ἦν, ψῆφον ὑπὲρ τοῦ πολέμου διήνεγκαν ἀποδείξαντες ἡγεμόνα τῆς στρατιᾶς Τῖτον, ὃς
その後、彼らは部族の中で最も大きく、最も高い威信を持つ都市、キュリスという名の都市において、全員で民会を催し、戦争に賛成する票を投じた。 そして軍隊の指揮官として、ティトゥスを指名した。
§2.36.4ἐπεκαλεῖτο Τάτιος, βασιλέα Κυριτῶν.
彼はタティウスと呼ばれており、キュリテスの王であった。
Σαβῖνοι μὲν δὴ ταῦτα βουλευσάμενοι καὶ διαλυθέντες κατὰ τὰς πόλεις τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζοντο, ὡς εἰς νέωτα ἐπὶ τὴν Ῥώμην πολλῇ χειρὶ ἐλάσοντες.
サビニ人はこのように決議し、それぞれの都市に解散すると、来年には大軍を率いてローマに進軍するつもりで、戦争の準備を整えた。