Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.37.1-2.37.5

罗穆路斯备战与萨宾军进犯

第 128 段,共 962 段 · 希腊语

内容简介

罗穆路斯加强了罗马的防务,并获得伊特鲁里亚人洛科蒙等人的援军以备战萨宾人。和平谈判破裂后,萨宾人率大军进军,罗马军队也分兵两路进行迎击。

§2.37.1ἐν τούτῳ δὲ καὶ ὁ Ῥωμύλος ἀντιπαρεσκευάζετο τὰ κράτστα, ὡς ἀμυνούμενος ἄνδρας τὰ πολέμια ἀλκίμους, τοῦ μὲν Παλατίου τὸ τεῖχος ὡς ἀσφαλέστερον εἶναι τοῖς ἔνδον ὑψηλοτέροις ἐρύμασιν ἐγείρων, τοὺς δὲ παρακειμένους αὐτῷ λόφους τόν τε Αὐεντῖνον καὶ τὸν Καπιτωλῖνον νῦν λεγόμενον ἀποταφρεύων καὶ χαρακώμασι καρτεροῖς περιλαμβάνων, ἐν οἷς τὰ ποίμνια καὶ τοὺς γεωργοὺς αὐλίζεσθαι τὰς νύκτας ἐπέταξεν ἐχεγγύῳ φρουρᾷ καταλαβὼν ἑκάτερον, καὶ εἴ τι ἄλλο χωρίον ἀσφάλειαν αὐτοῖς παρέξειν ἔμελλεν ἀποταφρεύων καὶ περισταυρῶν καὶ §2.37.2διὰ φυλακῆς ἔχων.
与此同时,罗穆路斯也做好了最充分的准备,意图迎击在战争中勇猛的敌人。 他用更高的防御工事加高了帕拉蒂乌姆的城墙,使城内的人更为安全,并在与之相邻的阿文提乌斯山和如今被称为卡皮托利乌斯的山上挖掘壕沟,用坚固的栅栏将其围起。 他命令牧群和农民在这些山上过夜,并派可靠的卫队占领了这两座山。 如果还有其他任何能为他们提供安全的地方,他也会挖掘壕沟、修筑栅栏,并派人看守。
ἧκε δὲ αὐτῷ Τυρρηνῶν ἐπικουρίαν ἱκανὴν ἄγων ἐκ Σολωνίου πόλεως ἀνὴρ δραστήριος καὶ τὰ πολέμια διαφανής, Λοκόμων ὄνομα, φίλος οὐ πρὸ πολλοῦ γεγονώς, καὶ παρʼ Ἀλβανῶν ἄνδρες, οὓς ὁ πάππος ἔπεμψεν αὐτῷ, συχνοὶ στρατιῶταί τε καὶ ὑπηρέται καὶ τεχνῖται πολεμικῶν ἔργων, σῖτός τε καὶ ὅπλα καὶ ὅσα τούτοις πρόσφορα ἦν ἱκανῶς ἅπαντα ἐπεχορηγεῖτο.
有一位来自索洛尼翁城、在战争中表现卓越且行动力极强的男子,名叫洛科蒙,在不久前成为了罗穆路斯的朋友,此时率领着充足的伊特鲁里亚援军来到他身边。 此外,还有许多他祖父派来的阿尔巴人,包括士兵、侍从以及军事工程的工匠;粮食、武器和所有适合这些用途的物资,都得到了充分的供应。
§2.37.3ἐπεὶ δʼ ἐν ἑτοίμῳ τὰ πρὸς τὸν ἀγῶνα ἦν ἑκατέροις, ἔαρος ἀρχομένου μέλλοντες ἐξάγειν οἱ Σαβῖνοι τὰς δυνάμεις ἔγνωσαν ἀποστεῖλαι πρεσβείαν πρῶτον ὡς τοὺς πολεμίους τάς τε γυναῖκας ἀξιώσουσαν ἀπολαβεῖν καὶ δίκας ὑπὲρ αὐτῶν αἰτήσουσαν τῆς ἁρπαγῆς, ἵνα δὴ διʼ ἀνάγκην δοκῶσιν ἀνειληφέναι τὸν πόλεμον οὐ τυγχάνοντες τῶν δικαίων, καὶ τοὺς κήρυκας ἔπεμπον ἐπὶ ταῦτα.
当双方争斗的准备工作就绪后,萨宾人准备在春季开始时出兵。 他们决定先向敌人派遣使节,要求领回妇女,并就她们被劫持一事要求赔偿,以便在得不到公正对待时,显得自己是出于无奈才诉诸战争;为此,他们派出了传令官。
§2.37.4Ῥωμύλου δὲ ἀξιοῦντος τὰς μὲν γυναῖκας, ἐπειδὴ οὐδʼ αὐταῖς ἀκούσαις ὁ μετὰ τῶν ἀνδρῶν βίος ἦν, ἐᾶν παρὰ τοῖς γεγαμηκόσι μένειν, εἰ δέ τινος ἄλλου δέονται λαμβάνειν ὡς παρὰ φίλων, πολέμου δὲ μὴ ἄρχειν, οὐδενὶ τῶν ἀξιουμένων ὑπακούσαντες ἐξῆγον τὴν στρατιὰν πεζοὺς μὲν ἄγοντες πεντακισχιλίους ἐπὶ δύο μυριάσιν, ἱππεῖς δὲ ὀλίγου δέοντας χιλίων.
然而,罗穆路斯主张,既然妇女们与丈夫共同生活并非出于被迫,就应当允许她们留在已婚的丈夫身边;如果他们还需要其他什么,应当像对待朋友一样去获取,而不应发动战争。 萨宾人对他的要求一概不予听从,便率军出击,带去了两万五千名步兵和将近一千名骑兵。
§2.37.5ἦν δὲ καὶ ἡ τῶν Ῥωμαίων δύναμις οὐ πολὺ τῆς Σαβίνων δέουσα δύο μὲν αἱ τῶν πεζῶν μυριάδες, ὀκτακόσιοι δʼ ἱππεῖς, καὶ προεκάθητο τῆς πόλεως διχῇ διῃρημένη, μία μὲν μοῖρα τὸν Ἐσκυλῖνον κατέχουσα λόφον, ἐφʼ ἧς αὐτὸς ὁ Ῥωμύλος ἦν, ἑτέρα δὲ τὸν Κυρίνιον οὔπω ταύτην ἔχοντα τὴν προσηγορίαν, ἧς ὁ Τυρρηνὸς ἦν Λοκόμων ἡγεμών.
罗马人的兵力也不比萨宾人逊色多少,有两万步兵和八百名骑兵,他们分兵两路守卫在城市前方:一路占领了埃斯奎利乌斯山,罗穆路斯亲自在此驻守;另一路则占领了当时尚未得名奎里尼乌斯的山丘,由伊特鲁里亚人洛科蒙率领。

词汇与语法注释

  1. §2.37.1τοῦ μὲν Παλατίου τὸ τεῖχος... ἐγείρων — 分词 ἐγείρων、ἀποταφρεύων 和 περιλαμβάνων 是现在时态的伴随分词,表示手段或具体内容,用以具体解释主动词 ἀντιπαρεσκευάζετο(“做好了最充分的准备”)的行为。
  2. §2.37.1καὶ εἴ τι ἄλλο χωρίον ἀσφάλειαν αὐτοῖς παρέξειν ἔμελλεν — 条件句形式 εἴ τι ἄλλο(如果有其他任何……)在此处起到了泛指关系从句的作用,意为“任何其他可能……的地方”。动词 ἔμελλεν(未完成过去时)表示过去立足点下的未来可能性或意图。
  3. ¦316¦Ῥωμύλου δὲ ἀξιοῦντος — 属格独立结构。罗穆路斯主张(ἀξιοῦντος)的具体内容由不定式 ἐᾶν、λαμβάνειν 和 μὴ ἄρχειν 引导。
  4. ¦316¦πεντακισχιλίους ἐπὶ δύο μυριάσιν — 介词 ἐπὶ 接与格在此处与数词连用,表示“在……之上加上”。因此,该短语表示“在两万(δύο μυριάσιν)之上加上五千(πεντακισχιλίους)”,即“两万五千”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.37.1-2.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.37.1-2.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。