§2.19.1οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ §2.19.2δεσμοὶ καὶ θητεῖαι θεῶν παρʼ ἀνθρώποις·
というのも、ローマ人の間では、ウーラノスが自らの子供たちによって去勢されたとも、クロノスが彼らからの攻撃を恐れて自らの子供たちを消し去ったとも、ゼウスがクロノスの支配を覆して自らの父親をタルタロスの牢獄に閉じ込めたとも語られておらず、また神々の間の戦争や負傷、拘束、人間のもとでの労役なども語られていないからである。
ἑορτή τε οὐδεμία παρʼ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ὡς παρʼ Ἕλλησιν ἐπιτελεῖται περί τε Φερσεφόνης ἁρπαγὴν καὶ τὰ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα·
また、彼らの間では、喪服を着るような、あるいは悲しみに沈むような祝祭は一切行われず、ギリシア人の間でペルセポネーの略奪やディオニュソスの受難、およびその他そのようなすべてのことに関して執り行われているように、消え去る神々に対して、胸を叩くことや女性たちの哀悼を伴うこともない。
οὐδʼ ἂν ἴδοι τις παρʼ αὐτοῖς, καίτοι διεφθαρμένων ἤδη τῶν ἐθῶν, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐκ ἀγυρμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλʼ εὐλαβῶς ἅπαντα πραττόμενά τε καὶ λεγόμενα τὰ περὶ τοὺς θεούς, ὡς οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις·
また、たとえ現在では風習がすでに退廃してしまっているとしても、彼らの間では、神がかり状態も、コリュバスの熱狂も、托鉢の勧誘も、バッコスの狂乱や秘儀も、神殿での男女がともに行う夜通しの祝宴も、その他これらに類する異様な行いは何一つ見られない。 かえって、神々に関する事柄はすべて、ギリシア人の間でも異民族の間でも見られないほど、慎み深く行われ、かつ語られている。
§2.19.3καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθε τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλαῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισηγάγετο ἱερά, τοῖς ἑαυτῆς αὐτὰ τιμᾷ νομίμοις ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, ὥσπερ τὰ τῆς Ἰδαίας θεᾶς ἱερά.
そして私が何よりも驚嘆することは、無数の民族がこの都市へとやって来て、彼らにとっては自国の慣習に従って祖先の神々を崇める強い必要性があったにもかかわらず、この都市が公にこれら異邦の風習を熱望するに至ったことは(これまでに多くの都市が被ったことであるが)ただの一つもないということである。 むしろ、もし託宣に従って何らかの聖儀を導入したとしても、それはイダの女神の聖儀がそうであるように、神話的なまやかしをことごとく排除して、ローマ自身の慣習によってこれを尊んでいる。
§2.19.4θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δὲ αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μητραγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες·
というのも、この女神に対しては、ローマの法律に従って毎年プラエトルたちが犠牲式と競技会を執り行っているが、その祭司を務めるのはフリュギア人の男とフリュギア人の女であり、彼らは自分たちの慣習に従って、胸に画像を身につけ、従う者たちのフルートの演奏に合わせて母なる女神の歌を奏で、タンバリンを打ち鳴らしながら、托鉢をして都市を巡り歩くからである。
§2.19.5Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μητραγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως ποικίλην ἐνδεδυκὼς στολὴν οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον καὶ ψήφισμα βουλῆς.
しかし、生粋のローマ人からは、托鉢をする者も、色とりどりの衣装をまとってフルートの演奏とともに都市を歩く者も、法律や元老院決議に従ってフリュギアの儀式によって女神を祀る者も、一人もいない。
οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, ᾧ μὴ πρός2εστι τὸ εὐπρεπές.
このように都市は、神々に関する異邦の風習に対して慎み深くあり、端正さが伴わないすべての虚飾を忌み嫌っているのである。