Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §2.18.1-2.18.3

ロムルスによる宗教制度の確立と不敬な神話の排除

109 / 962 箇所 · ギリシア語

要旨

著者は、ロムルスが国家繁栄の要因(神々の加護、徳性、武勇)を偶然のものではなく法の整備と宗教的崇拝によってもたらされると考えたことを称賛し、不敬な神話を排して敬虔な宗教制度を整えたことを語る。

§2.18.1ταῦτά τε δὴ τοῦ ἀνδρὸς ἄγαμαι καὶ ἔτι πρὸς τούτοις ἅ μέλλω λέγειν, ὅτι τοῦ καλῶς οἰκεῖσθαι τὰς πόλεις αἰτίας ὑπολαβών, ἃς θρυλοῦσι μὲν ἅπαντες οἱ πολιτικοί, κατασκευάζουσι δʼ ὀλίγοι, πρῶτον μὲν τὴν παρὰ τῶν θεῶν εὔνοιαν, ἧς παρούσης ἅπαντα τοῖς ἀνθρώποις ἐπὶ τὰ κρείττω συμφέρεται, ἔπειτα σωφροσύνην τε καὶ δικαιοσύνην, διʼ ἃς ἧττον ἀλλήλους βλάπτοντες μᾶλλον ὁμονοοῦσι καὶ τὴν εὐδαιμονίαν οὐ ταῖς αἰσχίσταις μετροῦσιν ἡδοναῖς ἀλλὰ τῷ καλῷ, τελευταίαν δὲ τὴν ἐν τοῖς πολέμοις γενναιότητα τὴν παρασκευάζουσαν εἶναι καὶ τὰς ἄλλας ἀρετὰς τοῖς ἔχουσιν ὠφελίμους, οὐκ ἀπὸ ταὐτομάτου παραγίνεσθαι τούτων ἕκαστον τῶν ἀγαθῶν ἐνόμισεν,
私はこの男のこれらの点、そしてさらにこれから述べようとすることをも称賛する。 すなわち、国家が善く治まる原因として、政治家たち全員が口にするが実際に構築する者はほとんどいないものを、第一に、神々からの好意(これが存在するとき、人間にとってすべてはより良き方向へと運ばれる)、第二に、節制と正義(これらによって、人々は互いを害することが少なくなってより和合し、幸福を最も卑しい快楽によってではなく美徳によって測定する)、そして最後に、戦争における勇敢さ(これはそれを持つ人々にとって他の徳をも有益なものとする)であると想定し、これらの善きものの各々が偶然に生じるのではないと考えたことである。
§2.18.2ἀλλʼ ἔγνω διότι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ θεῖα καὶ δαιμόνια σεβασμῶν.
むしろ、優れた法律と優れた習慣への熱意こそが、敬虔で、節制があり、正義を実践し、戦争において優れた都市を作り上げるのだと確信していた。 彼はこれらに対して、神的なものや精霊に関する崇拝から始めて、多大な配慮を払った。
ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τοῖς κρατίστοις τῶν παρʼ Ἕλλησι νομίμων·
それゆえ彼は、神殿や聖域、祭壇、木像の建立、彼らの姿や象徴、彼らの力や我々人類に施した恵み、また神々や精霊のそれぞれに対してどのような祝祭を執り行うべきかや、人間から崇められて喜ぶ犠牲式、さらに休戦や大祭、労働の休息、その他そうしたすべてのものを、ギリシア人の習慣のうち最も優れたものと同様に制定した。
§2.18.3τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινὲς ἔνεισι κατʼ αὐτῶν ἢ κακηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι θεῶν ἀλλʼ οὐδʼ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλε καὶ παρεσκεύασε τοὺς ἀνθρώπους τὰ κράτιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν μηδὲν αὐτοῖς προσάπτοντας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως.
他方、神々について伝承されている神話で、その中に神々に対する不敬な非難や中傷が含まれているものを、邪悪で無益で不体裁なものであり、神々はおろか善い人間にも値しないと考えて、すべて退けた。 そして、人々が神々について最善のことを語り、かつ考えるようにさせ、彼らの至福なる本性にふさわしくないいかなる行いも神々に関連付けることがないようにした。

語釈・文法注

  1. §2.18.1τοῦ ἀνδρὸς ἄγαμαι — 動詞 ἄγαμαι は、賞賛する対象の人を属格(τοῦ ἀνδρὸς)で、賞賛する内容・理由を対格(ταῦτα, ἅ...)で取る二重の格支配を行う。
  2. ¦272¦ὅτι τοῦ καλῶς οἰκεῖσθαι — ὅτι 節は文末の ἐνόμισεν まで続く長大な構造を持つ。分詞 ὑπολαβών の目的語(αἰτίας)と同格の要素が「第一に、第二に、最後に」と列挙され、これら全体が「都市がよく治まる原因」とみなされている。ὅτι 節の主語は文脈上ロムルスである。
  3. §2.18.2ὧν πολλὴν ἔσχε πρόνοιαν — 関係代名詞 ὧν は前節の内容(法律や良い習慣など)を指す複数中性関係代名詞で、名詞 πρόνοιαν に対する客観属格として機能している。
  4. §2.18.3οὐχ ὅτι θεῶν ἀλλʼ οὐδʼ ἀνθρώπων — οὐχ ὅτι は「〜のみならず(〜でないだけでなく)」を意味し、後ろに続く ἀλλʼ οὐδέ(〜さえもない)と呼応して、否定を強める慣用表現。「神々に値しないばかりか、善い人間にさえ値しない」の意。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §2.18.1-2.18.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.18.1-2.18.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。