Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.19.1-2.19.5

狂热仪式的排除与对外来祭祀的律法规范

第 110 段,共 962 段 · 希腊语

内容简介

文中指出罗马宗教排除了希腊神话中神明的丑闻、可耻苦难和狂热仪式,即便引进了像伊达山女神崇拜这样的外来祭祀,也必须在罗马本土法律和秩序的严密规管下保持庄重。

§2.19.1οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονὰς φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως οὔτε Ζεὺς καταλύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ §2.19.2δεσμοὶ καὶ θητεῖαι θεῶν παρʼ ἀνθρώποις·
因为在罗马人中,既不曾传说乌拉诺斯被自己的孩子们阉割,也不曾传说克罗诺斯 ¦274 因害怕遭受子嗣的袭击而消灭自己的后代,更不曾传说宙斯推翻克罗诺斯的统治并将自己的父亲关押在塔耳塔洛斯的监狱中,甚至连神明之间的战争、负伤、束缚和在人类手下的劳役等传说。
ἑορτή τε οὐδεμία παρʼ αὐτοῖς μελανείμων ἢ πένθιμος ἄγεται τυπετοὺς ἔχουσα καὶ θρήνους γυναικῶν ἐπὶ θεοῖς ἀφανιζομένοις, ὡς παρʼ Ἕλλησιν ἐπιτελεῖται περί τε Φερσεφόνης ἁρπαγὴν καὶ τὰ Διονύσου πάθη καὶ ὅσα ἄλλα τοιαῦτα·
在他们中间,也不举行任何身着黑衣或悲悼的节日,伴随着因神明消逝而捶胸顿足和妇女们的哀号,就像希腊人针对珀耳塞福涅被劫持、狄奥尼索斯的受难以及所有其他 ¦p.v.1p.180 诸如此类的事情所举行的仪式那样。
οὐδʼ ἂν ἴδοι τις παρʼ αὐτοῖς, καίτοι διεφθαρμένων ἤδη τῶν ἐθῶν, οὐ θεοφορήσεις, οὐ κορυβαντιασμούς, οὐκ ἀγυρμούς, οὐ βακχείας καὶ τελετὰς ἀπορρήτους, οὐ διαπαννυχισμοὺς ἐν ἱεροῖς ἀνδρῶν σὺν γυναιξίν, οὐκ ἄλλο τῶν παραπλησίων τούτοις τερατευμάτων οὐδέν, ἀλλʼ εὐλαβῶς ἅπαντα πραττόμενά τε καὶ λεγόμενα τὰ περὶ τοὺς θεούς, ὡς οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις·
在他们中间,即便如今风俗已经败坏,人们也看不到神灵附身、科里班特式的狂热、挨户讨乞、巴克科斯式的狂欢与秘密仪式,也看不到男女在神庙中共同守夜的庆典,以及任何其他与之类似的荒诞行径;相反,关于神明的一切 ¦275 言行都极为虔敬,这在希腊人和蛮族人中都是见不到的。
§2.19.3καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα, καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐληλυθότων ἐθνῶν, οἷς πολλὴ ἀνάγκη σέβειν τοὺς πατρίους θεοὺς τοῖς οἴκοθεν νομίμοις, οὐδενὸς εἰς ζῆλον ἐλήλυθε τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ, ὃ πολλαῖς ἤδη συνέβη παθεῖν, ἀλλὰ καὶ εἴ τινα κατὰ χρησμοὺς ἐπεισηγάγετο ἱερά, τοῖς ἑαυτῆς αὐτὰ τιμᾷ νομίμοις ἅπασαν ἐκβαλοῦσα τερθρείαν μυθικήν, ὥσπερ τὰ τῆς Ἰδαίας θεᾶς ἱερά.
而最令我赞叹的是,尽管有无数民族来到了这座城市,他们极有必要按照家乡的习俗来崇拜祖先的神明,但这座城市在公事上从未热中于任何外来的风俗——这已是许多城市所遭遇过的命运——反而即便它根据神谕引进了一些祭祀仪式,它也按照自己的习俗来予以尊奉,排除了所有神话式的故弄玄虚,正如伊达山女神的祭祀那样。
§2.19.4θυσίας μὲν γὰρ αὐτῇ καὶ ἀγῶνας ἄγουσιν ἀνὰ πᾶν ἔτος οἱ στρατηγοὶ κατὰ τοὺς Ῥωμαίων νόμους, ἱερᾶται δὲ αὐτῆς ἀνὴρ Φρὺξ καὶ γυνὴ Φρυγία καὶ περιάγουσιν ἀνὰ τὴν πόλιν οὗτοι μητραγυρτοῦντες, ὥσπερ αὐτοῖς ἔθος, τύπους τε περικείμενοι τοῖς στήθεσι καὶ καταυλούμενοι πρὸς τῶν ἑπομένων τὰ μητρῷα μέλη καὶ τύμπανα κροτοῦντες· §2.19.5Ῥωμαίων δὲ τῶν αὐθιγενῶν οὔτε μητραγυρτῶν τις οὔτε καταυλούμενος πορεύεται διὰ τῆς πόλεως ποικίλην ἐνδεδυκὼς στολὴν οὔτε ὀργιάζει τὴν θεὸν τοῖς Φρυγίοις ὀργιασμοῖς κατὰ νόμον καὶ ψήφισμα βουλῆς.
因为法务官们每年都会按照罗马的法律为她举行祭祀和竞技,但担任她祭司的是一名弗里吉亚男子和一名弗里吉亚女子,他们按照 ¦276 自己的习俗,在胸前挂着神像,在随从们用双簧管演奏的母亲女神圣歌伴奏下,击打着手鼓,在城市里四处乞讨游行;但在土生土长的罗马人中,没有人穿着五彩斑斓的礼服乞讨游行或在双簧管伴奏下行进,也没有人按照法律 ¦p.v.1p.181 和元老院决议以弗里吉亚的仪式来崇拜这位女神。
οὕτως εὐλαβῶς ἡ πόλις ἔχει πρὸς τὰ οὐκ ἐπιχώρια ἔθη περὶ θεῶν καὶ πάντα ὀττεύεται τῦφον, ᾧ μὴ πρός2εστι τὸ εὐπρεπές.
这座城市对关于神明的外来习俗是如此谨慎,并且将一切不具备体面的虚饰视为不祥。

词汇与语法注释

  1. 2.19.1οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος... λέγεται — 单数主动词“λέγεται”(据说)以“Οὐρανὸς”、“Κρόνος”和“Ζεὺς”等单数名词为主语(伴随分词的个人人称结构)。然而,对于后续的复数主语“οὐδέ γε πόλεμοι καὶ τραύματα καὶ δεσμοὶ καὶ θητεῖαι θεῶν”,该动词同样起支配作用,这里省略了复数动词“λέγονται”,或者转而采取了非人称被动的使用方式(“被传说”)。
  2. 2.19.3καὶ ὃ πάντων μάλιστα ἔγωγε τεθαύμακα — 关系代词“ὅ”具有前指(先行)作用,指向后文的整个从句“οὐδενὸς εἰς ζῆλον ἐλήλυθε τῶν ξενικῶν ἐπιτηδευμάτων ἡ πόλις δημοσίᾳ”(该城市在公事上从未热中于任何外来的风俗)。
  3. 2.19.3καίπερ μυρίων ὅσων εἰς τὴν πόλιν ἐληλυθότων ἐθνῶν — “ἐληλυθότων ἐθνῶν”是带有“καίπερ”的属格绝对结构,表示让步。而“μυρίων ὅσων”是数词“μύριοι”(万、无数)与感叹词“ὅσος”(多么)相结合的惯用语,意为“无数的”、“数不尽的”。
  4. 2.19.5Ῥωμαίων δὲ τῶν αὐθιγενῶν — “Ῥωμαίων... τῶν αὐθιγενῶν”为部分属格,修饰其后的不定代词“τις”(有人)。否定词“οὔτε”与其修饰语共同构成了强烈的整体否定:“在土生土长的罗马人中,没有一个人……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.19.1-2.19.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.19.1-2.19.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。