§2.18.1ταῦτά τε δὴ τοῦ ἀνδρὸς ἄγαμαι καὶ ἔτι πρὸς τούτοις ἅ μέλλω λέγειν, ὅτι τοῦ καλῶς οἰκεῖσθαι τὰς πόλεις αἰτίας ὑπολαβών, ἃς θρυλοῦσι μὲν ἅπαντες οἱ πολιτικοί, κατασκευάζουσι δʼ ὀλίγοι, πρῶτον μὲν τὴν παρὰ τῶν θεῶν εὔνοιαν, ἧς παρούσης ἅπαντα τοῖς ἀνθρώποις ἐπὶ τὰ κρείττω συμφέρεται, ἔπειτα σωφροσύνην τε καὶ δικαιοσύνην, διʼ ἃς ἧττον ἀλλήλους βλάπτοντες μᾶλλον ὁμονοοῦσι καὶ τὴν εὐδαιμονίαν οὐ ταῖς αἰσχίσταις μετροῦσιν ἡδοναῖς ἀλλὰ τῷ καλῷ, τελευταίαν δὲ τὴν ἐν τοῖς πολέμοις γενναιότητα τὴν παρασκευάζουσαν εἶναι καὶ τὰς ἄλλας ἀρετὰς τοῖς ἔχουσιν ὠφελίμους, οὐκ ἀπὸ ταὐτομάτου παραγίνεσθαι τούτων ἕκαστον τῶν ἀγαθῶν ἐνόμισεν,
事实上,我不仅赞赏这个人的这些品质,而且在这些之外,还赞赏我将要说的事情:即他认为使城邦得到良好治理的原因——这些原因虽然所有的政治家都挂在嘴边,但很少有人能真正建立——首先是神明的眷顾,只要有这种眷顾在,人类的一切事物都会向着更好的方向发展;其次是节制与正义,通过这些,人们减少相互伤害,更加和睦,并且不以最可耻的享乐而是以美德来衡量幸福;最后是战争中的勇敢,它使拥有它的人的其他美德也变得有用。
§2.18.2ἀλλʼ ἔγνω διότι νόμοι σπουδαῖοι καὶ καλῶν ζῆλος ἐπιτηδευμάτων εὐσεβῆ καὶ σώφρονα καὶ τὰ δίκαια ἀσκοῦσαν καὶ τὰ πολέμια ἀγαθὴν ἐξεργάζονται πόλιν· ὧν πολλὴν ἔσχε πρόνοιαν τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τῶν περὶ τὰ θεῖα καὶ δαιμόνια σεβασμῶν.
他认为这些善好的每一种都不是自发产生的,而是认识到,优秀的法律和对美好事业的热忱,能造就一个虔敬、节制、践行正义且勇于战争的城邦。 他对此给予了极大的关注,并从对神明和神圣事物的崇拜开始。
ἱερὰ μὲν οὖν καὶ τεμένη καὶ βωμοὺς καὶ ξοάνων ἱδρύσεις μορφάς τε αὐτῶν καὶ σύμβολα καὶ δυνάμεις καὶ δωρεάς, αἷς τὸ γένος ἡμῶν εὐηργέτησαν, ἑορτάς τε ὁποίας τινὰς ἑκάστῳ θεῶν ἢ δαιμόνων ἄγεσθαι προσήκει καὶ θυσίας, αἷς χαίρουσι γεραιρόμενοι πρὸς ἀνθρώπων, ἐκεχειρίας τε αὖ καὶ πανηγύρεις καὶ πόνων ἀναπαύλας καὶ πάντα τὰ τοιαῦτα ὁμοίως κατεστήσατο τοῖς κρατίστοις τῶν παρʼ Ἕλλησι νομίμων· §2.18.3τοὺς δὲ παραδεδομένους περὶ αὐτῶν μύθους, ἐν οἷς βλασφημίαι τινὲς ἔνεισι κατʼ αὐτῶν ἢ κακηγορίαι, πονηροὺς καὶ ἀνωφελεῖς καὶ ἀσχήμονας ὑπολαβὼν εἶναι καὶ οὐχ ὅτι θεῶν ἀλλʼ οὐδʼ ἀνθρώπων ἀγαθῶν ἀξίους, ἅπαντας ἐξέβαλε καὶ παρεσκεύασε τοὺς ἀνθρώπους τὰ κράτιστα περὶ θεῶν λέγειν τε καὶ φρονεῖν μηδὲν αὐτοῖς προσάπτοντας ἀνάξιον ἐπιτήδευμα τῆς μακαρίας φύσεως.
因此,他设立了神殿、圣所、祭坛以及木雕神像的建立,还有她们的形象、象征、力量和她们赐予我们人类的恩惠,以及应该为每一位神明或神灵举行怎样的节日,还有她们乐于接受人类敬奉的祭祀,此外还有休战、盛大集会、劳作的休息以及所有诸如此类的事物,其方式都与希腊人中最好的习俗相似;至于关于她们的传世神话,其中包含对神明的某些亵渎或诽谤,他认为这些是邪恶、无益且不雅的,不仅配不上神明,甚至也配不上善良的人,因而将它们全部废除,并使人们对神明说最赞美的话、抱最崇高的想法,而不将任何与她们福乐本性不符的行径归于她们。