§2.17.1τὰ δὲ Ἑλλήνων ἔθη παρὰ ταῦτα ἐξετάζων οὐκ ἔχω πῶς ἐπαινέσω τά τε Λακεδαιμονίων καὶ τὰ τῶν Θηβαίων καὶ τῶν μέγιστον ἐπὶ σοφίᾳ φρονούντων Ἀθηναίων, οἳ φυλάττοντες τὸ εὐγενὲς καὶ μηδενὶ μεταδιδόντες εἰ μὴ σπανίοις τῆς παρʼ ἑαυτοῖς πολιτείας ʽἐῶ γὰρ λέγειν ὅτι καὶ ξενηλατοῦντες ἔνιοἰ πρὸς τῷ μηδὲν ἀπολαῦσαι ταύτης τῆς μεγαληγορίας ἀγαθὸν καὶ τὰ μέγιστα διʼ αὐτὴν ἐβλάβησαν.
ギリシア人の習慣をこれらと対比して検討するに及び、私は、ラケダイモン人やテーバイ人、そして知恵において最も自負しているアテナイ人たちの習慣を、どのように称賛すべきか分からない。 彼らは高貴さを守り、自分たちの市民権を滅多にない一部の者にしか与えなかったが(彼らのうちの幾つかの者が外国人を追放したことについては言うのを控えるが)、この自慢から何ら良い実りを得られなかったばかりか、そのために極めて甚大な被害を被ったのである。
§2.17.2Σπαρτιᾶται μέν γε πταίσαντες μάχῃ τῇ περὶ Λεῦκτρα, ἐν ᾗ χιλίους καὶ ἑπτακοσίους ἄνδρας ἀπέβαλον, οὐκέτι τὴν πόλιν ἠδυνήθησαν ἐκ τῆς συμφορᾶς ταύτης ἀναλαβεῖν, ἀλλʼ ἀπέστησαν τῆς ἡγεμονίας σὺν αἰσχύνῃ.
実際、スパルタ人はレウクトラの戦いで躓き、そこで一千七百人の男たちを失ったが、もはやこの災厄から自らのポリスを再起させることができず、恥辱とともに覇権から退いた。
Θηβαῖοι δὲ καὶ Ἀθηναῖοι ἐξ ἑνὸς τοῦ περὶ Χαιρώνειαν ἀτυχήματος ἅμα τήν τε προστασίαν τῆς Ἑλλάδος καὶ τὴν ἐλευθερίαν τὴν πάτριον ὑπὸ Μακεδόνων ἀφῃρέθησαν.
一方、テーバイ人とアテナイ人は、カイロネイアでのただ一度の敗北によって、ギリシアの指導権と祖代々の自由の双方を、マケドニア人によって同時に奪い去られた。
§2.17.3ἡ δὲ Ῥωμαίων πόλις ἐν Ἰβηρίᾳ τε καὶ Ἰταλίᾳ πολέμους ἔχουσα μεγάλους Σικελίαν τε ἀφεστῶσαν ἀνακτωμένη καὶ Σαρδόνα καὶ τῶν ἐν Μακεδονίᾳ καὶ κατὰ τὴν Ἑλλάδα πραγμάτων ἐκπεπολεμωμένων πρὸς αὐτὴν καὶ Καρχηδόνος ἐπὶ τὴν ἡγεμονίαν πάλιν ἀνισταμένης καὶ τῆς Ἰταλίας οὐ μόνον ἀφεστώσης ὀλίγου δεῖν πάσης, ἀλλὰ καὶ συνεπαγούσης τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον, τοσούτοις περιπετὴς γενομένη κινδύνοις κατὰ τὸν αὐτὸν χρόνον οὐχ ὅπως ἐκακώθη διὰ τὰς τότε τύχας, ἀλλὰ καὶ προσέλαβεν ἰσχὺν ἐξ αὐτῶν ἔτι μείζονα τῆς προτέρας τῷ πλήθει τοῦ στρατιωτικοῦ πρὸς ἅπαντα διαρκὴς γενομένη τὰ δεινά, ἀλλʼ οὐχ ὥσπερ ὑπολαμβάνουσί τινες εὐνοίᾳ τύχης χρησαμένη·
他方、ローマ人の都市は、イベリアとイタリアにおいて大きな戦争を抱え、離反したシケリアとサルドを再征服しつつあり、マケドニアやギリシア全土における情勢がローマに対して戦争へと向かい、カルタゴが再び覇権を求めて立ち上がり、イタリアのほぼ全土が離反しただけでなく、ハンニバル戦争と呼ばれるものを引き込んでいたが、このように同じ時期にこれほど多くの危機に遭遇しながら、当時の不運によって弱体化するどころか、むしろそれらから以前よりもさらに大きな力を獲得したのである。 それは、軍事力の多大さによってあらゆる苦難に耐え抜いたからであり、一部の人々が想定するように幸運の恵みを享受したからではない。
§2.17.4ἐπεὶ ταύτης γε χάριν ᾤχετʼ ἂν ὑποβρύχιος ἐξ ἑνὸς τοῦ περὶ Κάννας πτώματος, ὅτε αὐτῇ ἀπὸ μὲν ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα καὶ τριακόσιοι περιελείφθησαν, ἀπὸ δὲ μυριάδων ὀκτὼ τῶν εἰς τὸ κοινὸν στράτευμα καταγραφεισῶν ὀλίγῳ πλείους τρισχιλίων ἐσώθησαν.
なぜなら、もし幸運のおかげだけであったなら、カンナエでのただ一度の敗北によって、ローマは水没して消え去っていただろうからである。 そのときローマには、六千人の騎兵のうち、わずか三百七十人が残されただけであり、連合軍に登録された八万人の中から、生き残ったのは三千人よりわずかに多いだけであった。