Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §2.10.1-2.10.4

守护者与被保护民的相互义务与惩罚

第 101 段,共 962 段 · 希腊语

内容简介

文中详细描述了罗穆路斯所确立的守护者与被保护民之间的具体互惠义务、对背叛该关系的严厉神圣惩罚,以及这一制度如何促进了世代相传的美德与和谐。

§2.10.1ἦν δὲ τὰ ὑπʼ ἐκείνου τότε ὁρισθέντα καὶ μέχρι πολλοῦ παραμείναντα χρόνου Ῥωμαίοις ἔθη περὶ τὰς πατρωνείας τοιάδε· τοὺς μὲν πατρικίους ἔδει τοῖς ἑαυτῶν πελάταις ἐξηγεῖσθαι τὰ δίκαια, ὧν οὐκ εἶχον ἐκεῖνοι τὴν ἐπιστήμην, παρόντων τε αὐτῶν καὶ μὴ παρόντων τὸν αὐτὸν ἐπιμελεῖσθαι τρόπον ἅπαντα πράττοντας, ὅσα περὶ παίδων πράττουσι πατέρες, εἰς χρημάτων τε καὶ τῶν περὶ χρήματα συμβολαίων λόγον· δίκας τε ὑπὲρ τῶν πελατῶν ἀδικουμένων λαγχάνειν, εἴ τις βλάπτοιτο περὶ τὰ συμβόλαια, καὶ τοῖς ἐγκαλουσιν ὑπέχειν· ὡς δὲ ὀλίγα περὶ πολλῶν ἄν τις εἴποι πᾶσαν αὐτοῖς εἰρήνην τῶν τε ἰδίων καὶ τῶν κοινῶν πραγμάτων, ἧς μάλιστα ἐδέοντο, παρέχειν.
当时由他规定并由罗马人长期保持的关于保护关系的习俗如下:贵族应当向自己的被保护民解释法律——这些是平民所没有知识的,并且无论他们在场与否,都应当以同样的方式关照他们,在金钱及金钱契约方面,为他们做父亲为子女所做的一切;当被保护民受到不公对待时,代他们提起诉讼,或者是当有人在契约方面侵害他们时,并对指控他们的人进行答辩(代为辩护);简而言之,就是为他们提供私事和公事中他们最需要的全部安宁。
§2.10.2τοὺς δὲ πελάτας ἔδει τοῖς ἑαυτῶν προστάταις θυγατέρας τε συνεκδίδοσθαι γαμουμένας, εἰ σπανίζοιεν οἱ πατέρες χρημάτων, καὶ λύτρα καταβάλλειν πολεμίοις, εἴ τις αὐτῶν ἢ παίδων αἰχμάλωτος γένοιτο· δίκας τε ἁλόντων ἰδίας ἢ ζημίας ὀφλόντων δημοσίας ἀργυρικὸν ἐχούσας τίμημα ἐκ τῶν ἰδίων λύεσθαι χρημάτων, οὐ δανείσματα ποιοῦντας, ἀλλὰ χάριτας· ἔν τε ἀρχαῖς καὶ γερηφορίαις καὶ ταῖς ἄλλαις ταῖς εἰς τὰ κοινὰ δαπάναις τῶν ἀναλωμάτων ὡς τοὺς γένει προσήκοντας μετέχειν.
而被保护民则应当在自己的守护者因资金匮乏而在女儿出嫁时,共同出资为其女置办嫁妆;若守护者或其子女有人被俘,则向敌人支付赎金;当守护者输掉私人诉讼,或被判处包含金钱惩罚的公共罚金时,用自己的钱财代为清偿,这不是作为贷款,而是作为恩惠(赠礼);在守护者担任官职、获得荣誉以及承担其他公共支出时,像亲属一样分担其费用。
§2.10.3κοινῇ δʼ ἀμφοτέροις οὔτε ὅσιον οὔτε θέμις ἦν κατηγορεῖν ἀλλήλων ἐπὶ δίκαις ἢ καταμαρτυρεῖν ἢ ψῆφον ἐναντίαν ἐπιφέρειν ἢ μετὰ τῶν ἐχθρῶν ἐξετάζεσθαι.
双方共同被禁止在法庭上互相控告、互相作证、投反对票或列入彼此仇敌的行列,这在神法和人法上都是不许可的。
εἰ δέ τις ἐξελεγχθείη τούτων τι διαπραττόμενος ἔνοχος ἦν τῷ νόμῳ τῆς προδοσίας, ὃν ἐκύρωσεν ὁ Ῥωμύλος, τὸν δὲ ἁλόντα τῷ βουλομένῳ κτείνειν ὅσιον ἦν ὡς θῦμα τοῦ καταχθονίου Διός.
如果有人被证实犯有这些行为之一,依据罗穆路斯批准的叛国罪法,他便是有罪的;任何人都可以将已被定罪的人杀死,将其作为献给地府宙斯(冥王)的祭品。
ἐν ἔθει γὰρ Ῥωμαίοις, ὅσους ἐβούλοντο νηποινὶ τεθνάναι, τὰ τούτων σώματα θεῶν ὁτῳδήτινι, μάλιστα δὲ τοῖς καταχθονίοις κατονομάζειν· ὃ καὶ τότε ὁ Ῥωμύλος ἐποίησε.
因为在罗马人的习俗中,他们希望可以无惩罚地杀死的那些人的身体,就要奉献给某位神明,尤其是地府的神明,而这正是罗穆路斯当时所做的。
§2.10.4τοιγάρτοι διέμειναν ἐν πολλαῖς γενεαῖς οὐδὲν διαφέρουσαι συγγενικῶν ἀναγκαιοτήτων αἱ τῶν πελατῶν τε καὶ προστατῶν συζυγίαι παισὶ παίδων συνιστάμεναι, καὶ μέγας ἔπαινος ἦν τοῖς ἐκ τῶν ἐπιφανῶν οἴκων ὡς πλείστους πελάτας ἔχειν τάς τε προγονικὰς φυλάττουσι διαδοχὰς τῶν πατρωνειῶν καὶ διὰ τῆς ἑαυτῶν ἀρετῆς ἄλλας ἐπικτωμένοις, ὅ τε ἀγὼν τῆς εὐνοίας ὑπὲρ τοῦ μὴ λειφθῆναι τῆς ἀλλήλων χάριτος ἔκτοπος ἡλίκος ἀμφοτέροις ἦν τῶν μὲν πελατῶν ἅπαντα τοῖς προστάταις ἀξιούντων ὡς δυνάμεως εἶχον ὑπηρετεῖν, τῶν δὲ πατρικίων ἥκιστα βουλομένων τοῖς πελάταις ἐνοχλεῖν χρηματικήν τε οὐδεμίαν δωρεὰν προσιεμένων·
因此,被保护民与守护者的结合在许多世代中都保持着,与亲属关系毫无二致,并由子孙后代相继承袭;对于显贵家族的子弟而言,保持祖传的保护关系继承,并凭借自己的美德赢得更多的被保护民,使被保护民人数尽可能多,是一件极大的荣耀。 双方在好意上互不甘落后、争相报恩的竞争极其惊人:被保护民认为应当在自己的能力范围内竭尽所能地服务守护者,而贵族们则最不愿在财务上烦扰被保护民,不接受任何金钱上的馈赠。
οὕτως ἐγκρατὴς ὁ βίος ἦν αὐτοῖς ἁπάσης ἡδονῆς καὶ τὸ μακαρίον ἀρετῇ μετρῶν, οὐ τύχῃ.
他们的生活对一切享乐极具自制,以美德而非运气来衡量幸福。

词汇与语法注释

  1. 2.10.1ὧν οὐκ εἶχον ἐκεῖνοι τὴν ἐπιστήμην — 关系代词 ὧν 指代先行词 τὰ δίκαια,在句中充当名词 τὴν ἐπιστήμην(关于……的知识)的宾格性属格(objective genitive)。
  2. 2.10.1παρόντων τε αὐτῶν καὶ μὴ παρόντων — 以人称代词 αὐτῶν(被保护民们)为逻辑主语的属格独立结构(genitive absolute)。分词 παρόντων / μὴ παρόντων 表示条件或境况(“无论他们在场还是不在场”)。
  3. 2.10.2δίκας τε ¦p.v.1p.168¦ ἁλόντων ἰδίας ... ἐκ τῶν ἰδίων λύεσθαι χρημάτων — ἁλόντων 是 ἁλίσκομαι 的不定过去时主动分词属格复数,修饰省略的守护者(προστάταις)。短语 δίκας ἁλόντων 意为“在私诉中败诉”。λύεσθαι 是依赖于 ἔδει 的被动(或中)不定式,表示被保护民帮助守护者从诉讼负债中“得以解脱(代偿)”。
  4. 2.10.3τὸν δὲ ἁλόντα τῷ βουλομένῳ κτείνειν ὅσιον ἦν — 对格与不定式结构作为非人称句 ὅσιον ἦν(是神法所允许的)的主语。不定式 κτείνειν(杀死)的直接宾语是 τὸν ἁλόντα(已被判罪者),而与格成分 τῷ βουλομένῳ(任何想要的人)则充当该不定式动作的逻辑主语。
  5. 2.10.4ὅ τε ἀγὼν τῆς εὐνοίας ... ἔκτοπος ἡλίκος ἀμφοτέροις ἦν — 句子的核心骨架为“主语 ὅ τε ἀγὼν ... + 系动词 ἦν + 表语补足语 ἔκτοπος ἡλίκος”。关系/感叹形容词 ἡλίκος(多么大)作感叹式用法,与形容词/表语 ἔκτοπος(非凡的、法外的)并置,用以强调竞争程度的无比巨大。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §2.10.1-2.10.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:2.10.1-2.10.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。