§19.5.1ὅτι Ποστόμιος πρέσβυς ἐστάλη πρὸς Ταραντίνους·
ローマの使節ポストゥミウスがタラス人たちのもとに派遣されたこと。
καί τινα αὐτοῦ διεξιόντος λόγον οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλʼ εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπʼ αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο καὶ βαρβάρους ἀπεκάλουν καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου.
彼が演説の一部を述べていたとき、タラス人たちは、危機に瀕した国家について議論している思慮深い人々の熟慮をもって彼に注意を向けるどころか、むしろ、彼によってギリシア語の最も厳密な特徴にそぐわない何か(言い間違い)が語られるのを注視しては笑い、(彼の)身振りに腹を立て、野蛮人となじり、最後には劇場から追い出した。
§19.5.2ἀπιόντων δʼ αὐτῶν εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐδὲ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασε.
彼らが立ち去る際、通路に立っていたタラス人の一人で、フィロニデスという名のおしゃべりな男が(彼は生涯ふけっていた大酒のために「コテュレ」と呼ばれていたが)、前日の泥酔がまだ残る中で、使節たちが近づいたとき、自分の衣をたくし上げ、見るに堪えない醜い姿をとって、口にするのもはばかられるような汚物を使節の神聖な衣の上にぶちまけた。
§19.5.3γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν·
劇場全体から笑いが沸き起こり、最も横柄な者たちが拍手する中で、ポストゥミウスはフィロニデスを睨みつけて言った。
δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν.
「おしゃべりな男よ、我々はこの前兆を受け入れよう。 我々が求めてもいないものを、お前たちが与えてくれるのだからな。
ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων τὸν γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων· §19.5.4γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε·
」それから群衆の方を向き、辱められた衣を示しながら、全員からの笑いがいっそう大きくなり、一部の者が(この屈辱を)喜び、その無礼な行為を称賛する声を聞いたとき、「笑うがよい、タラスの人々よ、笑えるうちに笑うがよい」と彼は言った。
πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε.
「なぜなら、この後は長い間、お前たちは泣くことになるからだ。
ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν·
」そして何人かがその脅しに激怒すると、彼は言った。
καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθʼ ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε.
「お前たちをいっそう憤慨させるために、このことも言っておこう。 お前たちはこの衣を大量の血で洗い流すことになるのだと。
§19.5.5ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως.
」このようにローマの使節たちは、個人的にも公的にもタラス人たちから辱めを受け、これらの言葉を予言的に告げて、その都市から船で立ち去った。