§19.5.1ὅτι Ποστόμιος πρέσβυς ἐστάλη πρὸς Ταραντίνους·
罗马使节波斯图米乌斯被派往塔拉斯人那里。
καί τινα αὐτοῦ διεξιόντος λόγον οὐχ ὅπως προσεῖχον αὐτῷ τὴν διάνοιαν ἢ λογισμοὺς ἐλάμβανον οἱ Ταραντῖνοι σωφρόνων ἀνθρώπων καὶ περὶ πόλεως κινδυνευούσης βουλευομένων, ἀλλʼ εἴ τι μὴ κατὰ τὸν ἀκριβέστατον τῆς Ἑλληνικῆς διαλέκτου χαρακτῆρα ὑπʼ αὐτοῦ λέγοιτο παρατηροῦντες ἐγέλων, καὶ πρὸς τὰς ἀνατάσεις ἐτραχύνοντο καὶ βαρβάρους ἀπεκάλουν καὶ τελευτῶντες ἐξέβαλλον ἐκ τοῦ θεάτρου.
当他发表某种演说时,塔拉斯人不仅没有向他倾注注意力,也没有像为处于危险之中的城市进行商讨的明智之人那样进行思考,相反,只要他口中说出任何不符合最严密希腊方言特征的话,他们就伺机嘲笑,并对他的手势感到愤怒,称他为野蛮人,最后将他逐出了剧场。
§19.5.2ἀπιόντων δʼ αὐτῶν εἷς τῶν ἐφεστηκότων ἐν τῇ παρόδῳ Ταραντίνων, Φιλωνίδης ὄνομα, σπερμολόγος ἄνθρωπος, ὃς ἀπὸ τῆς οἰνοφλυγίας, ᾗ παρὰ πάντα τὸν βίον ἐκέχρητο, προσηγορεύετο Κοτύλη, μεστὸς ὢν ἔτι τῆς χθιζῆς μέθης, ὡς ἐγγὺς ἦσαν οἱ πρέσβεις, ἀνασυράμενος τὴν περιβολὴν καὶ σχηματίσας ἑαυτὸν ὡς αἴσχιστον ὀφθῆναι, τὴν οὐδὲ λέγεσθαι πρέπουσαν ἀκαθαρσίαν κατὰ τῆς ἱερᾶς ἐσθῆτος τοῦ πρεσβευτοῦ κατεσκέδασε.
当他们离去时,站在通道上的一个名叫菲洛尼德斯的塔拉斯人,一个爱说闲话的家伙——由于他终生沉溺于纵酒,因而被称为“科图莱”——仍带昨日的醉意。 当使节们走近时,他拉起外衣,摆出极难看的姿势,将那连说出来都不体面的污物泼在使节神圣的衣袍上。
§19.5.3γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν.
当整个剧场爆发出一片笑声,而最放肆的人拍手喝彩时,波斯图米乌斯盯着菲洛尼德斯说道:“我们接受这个前兆,你这个爱说闲话的家伙,因为你们甚至把我们没有请求的东西也给了我们。
ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων τὸν γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων· §19.5.4γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε·
”接着他转身面向人群,展示被侮辱的衣袍,得知所有人的笑声变得更大,并听到一些人幸灾乐祸、赞美这一侮辱行为的声音时, “笑吧,”他说,“在你们还能笑的时候,塔拉斯人,笑吧!
πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε.
因为在此之后,你们将要痛哭很长一段时间。
ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθʼ ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε.
”当一些人因这一威胁而感到愤怒时,他说:“为了让你们更加愤怒,我们也告诉你们这一点:你们将用大量的鲜血来洗净这件衣服。
§19.5.5ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως.
” 罗马使节们这样在私下和公信中受到塔拉斯人的侮辱,并预言了这些话之后,便乘船离开了这座城市。