§15.6.1συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν.
評議会が集められ、使節たちや彼らを支持する者たちが詳細に述べた多くの議論がそこでなされたが、評議員たちの意見は分裂し、最も良識ある者たちはローマ人の側を支持するように思われた。
§15.6.2ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν.
その日は何の予備議決も提出されず、使節たちに関する決定は別の会議へと延期された。 しかし、サムニウム人の最も有力な者たちが大挙してネアポリスに到着し、公共の事務を主導する者たちを様々な懐柔策によって味方に引き入れ、国家の利益の選択を民衆に委ねるよう評議会を説得した。
§15.6.3καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες·
そして民会に進み出ると、彼らはまず第一に自分たちの恩恵を詳細に語り、次いでローマの市を不信義で狡猾なものとして激しく非難し、演説の最後には、もしネアポリス人が戦争に突入するならば、彼らの城壁を守るために必要とされるだけの軍隊を送ること、また彼らの船に海兵とすべての漕ぎ手を供給すること、さらに自らの軍勢に動員を命じるだけでなく、彼らに対してもすべての戦争費用を支給するという、素晴らしい約束をネアポリス人たちに対して行った。
§15.6.4ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τʼ ἀνασώσειν, ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις, ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν.
また、ローマの軍勢を退けたならば、二世代前にクマイの人々を追い払ってカンパニア人が占領していたクマイを回復してやり、生存しているクマイの人々を彼らの故郷に復帰させることを手助けし(彼らクマイ人とは、故郷を追われた時にネアポリス人たちが受け入れ、自分たちのすべての財産を共有させた人々であったが)、カンパニア人が占有していた非常に多くの土地から一部をネアポリス人たちに付け加えることも約束した。
§15.6.5τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου·
ネアポリス人たちのうち、理性的で、戦争によって都市に降りかかるであろう災厄をずっと前から見通すことのできた人々は、平和を保つことを求めた。
τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τʼ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν.
しかし、変革を好み混乱からの不当な利益を追い求める人々は、戦争を支持した。 お互いに対する怒号や暴力行為が生じ、争いは石の投げ合いにまで発展した。 そして最後には、劣った者たちが優れた者たちに打ち勝ち、その結果、ローマの使節たちは目的を果たせずに去ることとなった。
διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη.
これらの理由により、ローマの元老院はネアポリス人たちに対して軍隊を派遣することを議決した。