Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §15.6.1-15.6.5

萨姆奈特人的拉拢与涅阿波利斯决意开战

第 912 段,共 962 段 · 希腊语

内容简介

虽然涅阿波利斯议会最初倾向于罗马,但萨姆奈特人通过拉拢和许下巨大的军事及领土承诺争取到了民众的支持,导致公民大会发生暴力冲突,最终主战派获胜,罗马使节无功而返。

§15.6.1συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν.
议会召集之后,在其中进行了许多辩论,这些辩论是由使团和支持他们的人详细阐述的。 议员们的意见发生了分歧,而那些最明智的人似乎倾向于罗马人。
§15.6.2ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν.
因此,当天没有提出任何预备决议,关于使团的决定被推迟到另一个会期。 此时,萨姆奈特人中最有权势的人成群结队地抵达涅阿波利斯,并通过某种拉拢手段使掌管公共事务的人亲近自己,说服议会把关于利益的选择权交给民众。
§15.6.3καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες· §15.6.4ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τʼ ἀνασώσειν, ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις, ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν.
他们来到民众大会上,首先详细叙述了自己过去的恩惠,接着对罗马城进行了许多指责,称其不守信用且狡诈,并在演讲结束时向涅阿波利斯人许下了美妙的承诺:如果他们投入战争,萨姆奈特人将派遣他们所需的任意数量的军队来守卫他们的城墙,并为他们的船只提供海军陆战队员以及全部的桨手,不仅向他们自己的军队下达命令(进行动员),而且还会为他们(涅阿波利斯人)提供战争所需的一切费用;并且,在击退罗马军队之后,他们将收复库迈,库迈是两代人之前坎帕尼亚人驱逐了库迈人之后占领的,他们还会协助将那些仍然幸存的库迈人送回祖国(当这些库迈人被驱逐出家园时,涅阿波利斯人接纳了他们,并让他们分享了自己所有的财产),他们还将从坎帕尼亚人占有的土地中拨出极大的一片割让给涅阿波利斯人。
§15.6.5τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου·
涅阿波利斯人中凡是理智且能提早预见到战争将给该城带来灾难的部分,都主张保持和平;而那些喜好变革、追逐因混乱而产生利益的人则共同主张战争。
τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τʼ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν.
他们彼此谩骂,甚至诉诸武力,争吵最终发展到投掷石块,最后坏人战胜了贤人,以致罗马使节空手而归。
διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη.
由于这些原因,罗马元老院决定向涅阿波利斯人派遣军队。

词汇与语法注释

  1. 2317τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν — 不及物动词 φρονέω 结合中性复数冠词及属格短语(τὰ τῶν Ῥωμαίων),意为“倾向于”或“支持”罗马人的利益。
  2. 15.6.2ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν — 动词 ποιέω 与前置词 ἐπί 及其后的与格名词连用,意为“置于某人的决定权或支配之下”。此处指将国家利益的选择权交给民众(dēmos)来决定。
  3. 2318οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες — 分词 καταγγέλλοντες(下令、动员)支配与格 τοῖς ἰδίοις στρατεύμασιν(他们自己的军队),并通过 οὐ μόνον... ἀλλὰ... 结构与后半句的 κἀκείνοις... ἐπιχορηγοῦντες(也向他们[涅阿波利斯人]提供)形成对比。这表明萨姆奈特人不仅动员自军,还承诺承担涅阿波利斯人的全部战争费用。
  4. p.v.4p.270ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα... Κύμην τʼ ἀνασώσειν — 与格阳性复数不定过去时中间因分词 ἀπωσαμένοις 与前文中承诺的接受者(即隐含的与格名词 τοῖς Νεαπολίταις)一致。该分词具有条件从句的含义(“如果他们[涅阿波利斯人]击退罗马军队”),并修饰不定式 ἀνασώσειν。
  5. 2319τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον ... τὸ δὲ φιλόκαινον — μὲν... δέ... 结构将涅阿波利斯人中两个相互对立的阵营进行了对比。前半句是 ὅσον μέρος εὔλογον(理智的部分),而后半句的 τὸ φιλόκαινον 是一个中性形容词的名词化用法,作为与 μέρος 对应的集合名词(喜好变革的派系)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §15.6.1-15.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:15.6.1-15.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。