§15.5.1ἀλλὰ καὶ διότι τοὺς φίλους αὐτῶν Καμπανοὺς πολλὰ καὶ μεγάλα ἔβλαπτον.
しかしまた、彼らの友人であるカンパニア人たちに、多大かつ重大な損害を与えていたからでもあった。
ἡ δὲ βουλὴ τῶν Ῥωμαίων Καμπανῶν πολλάκις ἐμφανιζόντων καὶ ἀποδυρομένων κατὰ τῶν Νεαπολιτῶν, πρέσβεις ἐψηφίσατο πρὸς τοὺς Νεαπολίτας ἀποστεῖλαι τοὺς ἀξιώσοντας αὐτοὺς μηθὲν εἰς τοὺς ὑπηκόους τῆς τῶν Ῥωμαίων ἡγεμονίας παρανομεῖν, ἀλλὰ καὶ διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καί, εἴ γε διαφέρονται πρὸς ἀλλήλους, μὴ δι’ ὅπλων, ἀλλὰ διὰ λόγων, σύμβολα ποιησαμένους πρὸς αὐτούς, καὶ τὸ λοιπὸν εἰρήνην ἄγειν πρὸς ἅπαντας τοὺς περιοικοῦντας τὸ Τυρρηνικὸν πέλαγος, μήτʼ αὐτοὺς ἔργα πράττοντας, ἃ μὴ προσήκει Ἕλλησι, μήτε τοῖς πράττουσι συνεργοῦντας·
ローマの元老院は、カンパニア人たちがネアポリス人たちに対して何度も告発し嘆き訴えていたため、ネアポリス人たちのもとへ、ローマの覇権の臣民に対して何ら不法な行為をしないよう、要求するための使節を送ることを議決した。 むしろ、正義を与えかつ受け取ること、また、もし互いに争いがあるならば、武器によってではなく言論によって解決すること、彼らと条約を結んだ上で、そして、今後はティレニア海周辺に居住するすべての人々と平和を保ち、自らギリシア人にふさわしくない行為を行うこともなければ、それを行う者たちに協力することもないようにすること。
μάλιστα δʼ εἰ δύναιντο θεραπείαις τῶν δυνατῶν παρασκευάσοντας ἀποστῆναι μὲν ἀπὸ Σαυνιτῶν τὴν πόλιν, σφίσι δʼ αὐτοῖς γενέσθαι φίλην.
そして何よりも、もし可能であるならば、有力者たちへの懐柔によって、その都市がサムニウム人から離反し、自分たちの友邦となるように仕向けることを求めた。
§15.5.2ἔτυχον δὲ κατὰ τὸν αὐτὸν χρόνον ἀφιγμένοι πρὸς τοὺς Νεαπολίτας πρέσβεις ὑπὸ Ταραντίνων ἀποσταλέντες, ἄνδρες ἐπιφανεῖς καὶ πρόξενοι διὰ γένους τῶν Νεαπολιτῶν·
同じ時期に、タレントゥム人によって送られた使節たちが、ネアポリス人たちのもとにちょうど到着していた。 彼らは高名な人々であり、血統によってネアポリス人たちのプロクセノスであった。
καὶ ἕτεροι ὑπὸ Νωλάνων ὁμόρων ὄντων καὶ σφόδρα τοὺς Ἕλληνας ἀσπαζομένων, τἀναντία τοὺς Νεαπολίτας ἀξιώσοντες μήτε σύμβολα ποιεῖσθαι πρὸς τοὺς Ῥωμαίους ἢ τοὺς ὑπηκόους αὐτῶν μήτε διαλύεσθαι τὴν πρὸς Σαυνίτας φιλίαν.
また、隣国でありギリシア人を大いに歓迎していたノーラ人によって送られた他の使節たちも到着しており、彼らはネアポリス人たちに対して、それとは正反対のこと、すなわち、ローマ人やその臣民と条約を結ぶこともなければ、サムニウム人との友好関係を解消することもないように要求するつもりであった。
§15.5.3ἐὰν δὲ ταύτην ποιήσωνται Ῥωμαῖοι τοῦ πολέμου τὴν πρόφασιν, μὴ ὀρρωδεῖν, μηδʼ ὡς ἄμαχόν τινα τὴν ἰσχὺν αὐτῶν καταπεπλῆχθαι, ἀλλὰ μένειν γενναίως καὶ ὡς προσῆκεν Ἕλλησι πολεμεῖν, τῇ τʼ οἰκείᾳ πιστεύοντας δυνάμει καὶ τῇ παρὰ Σαυνιτῶν ἀφιξομένῃ βοηθείᾳ, ναυτικήν τʼ ἰσχὺν προσληψομένους ἔξω τῆς ἑαυτῶν, ἣν Ταραντῖνοι πέμψουσιν, ἐὰν ἄρα καὶ ταύτης δέωνται, πολλὴν καὶ ἀγαθήν.
そして、もしローマ人がこれを戦争の口実とするとしても、恐れることなく、また彼らの力を何か無敵のものであるかのように畏怖することもなく、むしろ、勇敢に踏みとどまり、ギリシア人にふさわしく戦うよう求めた。 自分たち自身の力と、サムニウム人から届くであろう援軍を信頼し、また、もし本当に必要とするならば、タレントゥム人が送るであろう、自分たちのものとは別の大規模で優れた海軍の支援も得るであろうから、と。