§15.7.1ὅτι μαθόντες οἱ Ῥωμαῖοι Σαυνίτας στρατιὰν ἀγείρειν τὸ μὲν πρῶτον πρέσβεις ἔπεμψαν, οἱ δὲ προχειρισθέντες ἐκ τῶν βουλευτῶν πρέσβεις ἐλθόντες ἐπὶ τοὺς προβούλους τῶν Σαυνιτῶν ἔλεξαν·
ローマ人たちは、サムニウム人が軍勢を集めていることを知ると、まずは使節を派遣した。 そして元老院議員の中から選出された使節たちは、サムニウム人の最高評議会のもとに到着し、次のように述べた。
§15.7.2ἀδικεῖτε, ἄνδρες Σαυνῖται, παραβαίνοντες τὰς ὁμολογίας, ἃς ἐποιήσασθε πρὸς ἡμᾶς, ὄνομα μὲν ὑποδυόμενοι συμμάχων, ἔργα δὲ πράττοντες πολεμίων, πολλαῖς μὲν ἡττηθέντες ὑπὸ Ῥωμαίων μάχαις, δεήσει δὲ μεγάλῃ καταλυσάμενοι τὸν πόλεμον καὶ τυχόντες εἰρήνης οἵας ἐβούλεσθε·
「サムニウム人たちよ、あなたがたは我々に対して交わした合意を破り、名目的には同盟者を装いながら、実際には敵の行動を取り、不正を行っている。 多くの戦いでローマ人に敗れ、ひどい哀願によって戦争を終結させて望み通りの平和を手にしたというのに。
τὰ δὲ τελευταῖα φίλοι γενέσθαι τῆς πόλεως ἡμῶν προθυμηθέντες καὶ σύμμαχοι καὶ τοὺς αὐτοὺς Ῥωμαίοις ὀμόσαντες ἕξειν ἐχθροὺς καὶ φίλους.
また最後には、我々の市の友、そして同盟者となることを熱望し、ローマ人と同一の敵および友を持つことを誓ったというのに。
§15.7.3ὧν ἁπάντων ἐπιλαθόμενοι καὶ παρʼ οὐδὲν ἡγησάμενοι τοὺς ὅρκους ἐγκατελείπετε μὲν ἡμᾶς ἐν τῷ πρὸς Λατίνους πολέμῳ καὶ πρὸς Οὐολούσκους συστάντι, οὓς διʼ ὑμᾶς ἐχθροὺς ἔχομεν οὐ βουλόμενοι τοῦ καθʼ ὑμῶν αὐτοῖς συνάρασθαι πολέμου·
これらすべてを忘れ去り、誓いをなきものとみなして、あなたがたはラティウム人、および連帯したウォルスキ人との戦争において我々を見捨てている。 我々は彼らを、あなたがたのせいで敵としているのだ。 あなたがたに対する彼らの戦争に、我々が加担することを望まなかったがために。
ἐν δὲ τῷ παρελθόντι ἐνιαυτῷ Νεαπολίτας δεδιότας ἀναδεῖξαι τὸν καθʼ ἡμῶν πόλεμον ἁπάσῃ σπουδῇ καὶ προθυμίᾳ χρώμενοι παρωρμήσατε, μᾶλλον δʼ ἠναγκάσατε καὶ τὰς δαπάνας ἐπιχορηγεῖτε καὶ τὴν πόλιν διʼ ὑμῶν αὐτῶν ἔχετε.
また、昨年には、我々に対する戦争を公言することを恐れていたネアポリス人たちを、あらゆる熱意と情熱をもって煽り立て、いやむしろ強制し、戦争費用を支給し、あなたがた自身の手によってその都市を支配している。
§15.7.4νῦν δὲ παρασκευάζεσθε στρατιὰν ἐκ παντὸς ἀγείροντες τόπου, πρόφασιν μὲν ἑτέραν ποιούμενοι, τὸ δʼ ἀληθὲς ἐπὶ τοὺς ἡμετέρους ἐγνωκότες ἄγειν ἀποίκους·
そして今、あなたがたは至る所から軍勢を集めて準備を整えており、口実としては別のことを掲げながら、実際には我々の入植者たちに対して軍を進める決意を固めている。
καὶ ἐπὶ ταύτας τὰς ἀδίκους πλεονεξίας Φουνδανοὺς παρακαλεῖτε καὶ Φορμιανοὺς καὶ ἄλλους τινάς, οἷς ἡμεῖς ἰσοπολιτείας μετεδώκαμεν.
そして、この不正な貪欲のために、我々が等しい市民権を分け与えたフンダヌス人やフォルミア人、その他の人々を唆しているのだ。
§15.7.5οὕτω δὲ φανερῶς καὶ ἀναισχύντως συγχεόντων ὑμῶν τὰ περὶ τῆς φιλίας καὶ συμμαχίας ὅρκια, πρεσβείαν πρὸς ὑμᾶς ἐκρίναμεν ἀποστεῖλαι πρῶτον, καὶ μὴ πρότερον ἄρξαι τῶν ἔργων πρὶν ἢ πειραθῆναι τῶν λόγων.
このように、あなたがたが友好と同盟に関する誓いを公然と、かつ恥知らずにも台無しにしているため、我々はまずあなたがたのもとに使節を派遣すること、そして、言葉による解決を試みる前に、いかなる行動も開始しないことを決定した。
ἃ δὲ προκαλούμεθα ὑμᾶς, καὶ ὧν τυχόντες τὴν ἐπὶ τοῖς παρελθοῦσιν ὀργὴν ἀποπληρώσειν οἰόμεθα, ταῦτα ἔστι·
我々があなたがたに要求すること、そしてそれらを得たならば過去のことに対する怒りを静めることができると考えているものは、次の通りである。
πρῶτον μὲν ἀπάγειν ὑμᾶς ἀξιοῦμεν τὴν ἀποσταλεῖσαν Νεαπολίταις συμμαχίαν, ἔπειτα μηδεμίαν ἐκπέμπειν στρατιὰν κατὰ τῶν ἀποίκων τῶν ἡμετέρων μηδὲ τοὺς ὑπηκόους ἐπὶ πάσας τὰς πλεονεξίας παρακαλεῖν·
第一に、ネアポリス人たちに送られた支援軍をあなたがたが撤退させること。 第二に、我々の入植者たちに対して一切の軍を派遣しないこと、また(我々の)臣民たちをあらゆる不当な利欲へと唆さないことである。
§15.7.6εἰ δὲ μὴ πᾶσι δόξαντα ταῦτα ὑμῖν ἔπραττόν τινες, ἀλλʼ ἀπὸ τῆς ἑαυτῶν γνώμης, παραδοῦναι τοὺς ἄνδρας ἡμῖν ἐπὶ δίκην.
もしこれらのことを、あなたがた全員の合意ではなく、一部の者が自己の判断によって行ったのであるならば、その者たちを処罰のために我々に引き渡すこと。
τούτων τυχόντες ἀρκούμεθα, μὴ τυχόντες δὲ θεοὺς καὶ δαίμονας, οὓς ἐν ταῖς συνθήκαις ὠμόσατε, μαρτυρόμεθα, καὶ τοὺς εἰρηνοδίκας ἐπὶ τοῦτο ἄγοντες ἐληλύθαμεν.
これらが聞き届けられるならば、我々は満足する。 しかし、聞き届けられないならば、あなたがたが協定において誓いを立てた神々と精霊たちを証人とし、我々はこのためにフェリアレスを伴って来たのである。 」