§14.8.1οἱ Κελτοὶ τῇ Ῥώμῃ ἐκ δευτέρου ἐπιστρατεύσαντες τὴν χώραν τὴν Ἀλβανὴν ἐπόρθουν·
ケルト人たちはローマに対して再度遠征を行い、アルバの地を略奪していた。
ἔνθα μὲν πολλῆς ἅπαντες ἐδωδῆς ἐμπιμπλάμενοι, πολὺν δὲ πίνοντες ἄκρατον οἶνον — ἔστι δὲ ὁ τῇδε φυόμενος μετὰ τὸν Φαλερινὸν ἥδιστος οἴνων μελικράτῳ μάλιστα προσεμφερής — ὕπνον τε πλείονα τοῦ συνήθους αἱρούμενοι καὶ δίαιταν ὑπὸ σκιαῖς ὡς τὰ πολλὰ ἔχοντες τοσαύτην ἔλαβον ἐπίδοσιν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα καὶ οὕτως ἐξεθηλύνθησαν τὰς δυνάμεις, ὥσθʼ, ὁπότε γυμνάζειν ἐπιβάλοιντο τὰ σώματα καὶ διαπονεῖν ἐν τοῖς ὅπλοις, κόπτεσθαι μὲν ἄσθματι συνεχεῖ τὰ πνεύματα, ῥεῖσθαι δʼ ἱδρῶτι πολλῷ τὰ μέλη, θᾶττον δὲ ἀφίστασθαι τῶν πόνων ἢ κελευσθεῖεν ὑπὸ τῶν ἡγεμόνων.
そこにおいて、皆が多くの食物で満たされ、また多くの生のワインを飲み――そこで産するワインはファレルヌス産に次いで甘美であり、蜂蜜酒に最もよく似ているのだが――通常よりも多くの睡眠をとり、大体において日陰で暮らしていたため、彼らはこれほどまでに肥満し、軟弱になり、その体力は弱まり、その結果、彼らが体を鍛え、武具をつけて訓練しようと試みる時はいつでも、息は絶え間ない喘ぎで苦しそうになり、四肢は多量の汗で流れ、指揮官たちから命令されるよりも早く訓練をやめてしまうのであった。