§14.9.1ταῦτα μαθὼν ὁ τῶν Ῥωμαίων δικτάτωρ Κάμιλλος, συγκαλέσας τοὺς ἀμφʼ αὑτὸν ἐδημηγόρησε πολλὰ παρορμῶντα εἰς τόλμαν, ἐν οἷς καὶ τάδε·
これを知ったローマの独裁官カミッルスは、周囲の者たちを呼び集め、勇気を奮い起こさせる多くの言葉を演説したが、その中には次のようなものもあった。
§14.9.2ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφʼ ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφη τε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος·
「蛮族のものよりも優れた武器が、我々のために用意されている。 胸当て、兜、脛当て、頑丈な盾。 これらによって我々は全身を守っている。 また両刃の剣、そして槍の代わりに投槍という、避けることのできない投射兵器もある。
τὰ μὲν σκεπαστήρια, οἷα μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δʼ ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς.
防御用具は打撃に対して容易に屈しない性質のものであり、攻撃用具はあらゆる防御を突き通して進むほどのものである。
τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμά τε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί·
これに対して、彼らは頭がむき出しであり、胸も脇腹もむき出しであり、太ももから足元にいたる脚もむき出しであり、盾以外には何の防備もない。
ἀμυντήρια δὲ §14.9.3λόγχαι καὶ μάχαιραι κοπίδες ὑπερμήκεις.
また攻撃用具は槍と極めて長い湾曲刀である。
τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις.
また、我々が戦う場所は、高い所から斜面を下っていく我々にとっては味方となり、低い所から高い所へと登ることを余儀なくされる彼らにとっては敵となる。
φοβείσθω δὲ μηδεὶς ὑμῶν μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μηδʼ εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλʼ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές· ἔπειθʼ ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσος τέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δʼ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.
諸君のうち誰一人として、敵の多さやその体躯の大きさを恐れてはならない。 また、それらを彼らの優位性と見て戦いに対して意気阻喪してはならない。 むしろ、まず第一に、なすべきことを心得ている少数の軍勢は、無知な大軍よりも優れているということを、次に、己の所有物のために戦う者たちには、自然そのものが危険に対するある種の勇気をもたらし、神憑りとなった者たちのように熱狂的な精神を与えるが、他人のものを奪おうと熱望する者たちにおいては、恐るべきものに対するその勇気は鈍くなりがちであることを心に留めよ。
§14.9.4ἀλλὰ μὴν οὐδʼ οἷς δεδίττονται τοὺς πολεμίους καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐκδειματοῦσιν, ὀρρωδητέα ἡμῖν ἐστιν, ὥσπερ ἀπείροις πολέμου.
さらに、彼らが敵を脅かし、相まみえる前に恐怖に陥れるそれらの手段を、我々は戦争の未経験者のように恐れるべきではない。
τί γὰρ ἂν δυνήσονται δεινὸν ἐργάσασθαι τοὺς ὁμόσε χωροῦντας αἱ βαθεῖαι κόμαι καὶ τὸ ἐν τοῖς ὄμμασιν αὐτῶν πικρὸν καὶ ὁ βλοσυρὸς τῆς ὄψεως χαρακτὴρ αἵ τε δὴ πλημμελεῖς αὗται σκιρτήσεις καὶ τὰ διὰ κενῆς ἀνασείσματα τῶν ὅπλων καὶ οἱ πολλοὶ τῶν θυρεῶν κτύποι, καὶ ὅσα ἄλλα ὑπὸ βαρβάρου καὶ ἄφρονος ἀλαζονείας κατά τε μορφὰς καὶ φωνὰς ἐν ἀπειλαῖς πολεμίων σπαθᾶται, τίνα παρέχειν πέφυκε τοῖς ἀνοήτως ἐπιοῦσι πλεονεξίαν ἢ τοῖς μετὰ §14.9.5λογισμοῦ παρὰ τὰ δεινὰ ἑστῶσι φόβον;
というのも、豊かな長髪、その目の中の鋭さ、険しい顔つき、そして実にあの不規則な跳躍、むなしく武器を振り回すこと、盾を何度も叩く音、その他、蛮族的で愚かな法螺吹きによって姿や声で敵への脅しとして弄されるすべてのものが、まともに立ち向かっていく者たちに、一体どのような恐るべき害をなすことができようか。 それらは、愚かにも襲いかかる者たちにどのような優位を与え、あるいは、理性を保って危険の傍らに立っている者たちにどのような恐怖を与えるというのか。
ταῦτα δὴ διανοηθέντες, ὅσοι τε ὑμῶν ἐν τῷ κατὰ Κελτῶν προτέρῳ πολέμῳ παρεγένεσθε καὶ ὅσοι διὰ νεότητα ἀπελείφθητε αὐτοῦ, οἱ μὲν ἵνα τὴν τότε ἀρετὴν μὴ καταισχύνητε τῇ νῦν δειλίᾳ, οἱ δʼ ἵνα μηδὲν ἐνδεέστεροι γένησθε τῶν πρεσβυτέρων ἐν ἐπιδείξει καλῶν ἔργων, ἴτε, ὦ γενναῖοι παῖδες ἀγαθῶν ζηλωταὶ πατέρων, ἴτε ἀκαταπλήκτως ἐπʼ αὐτοὺς θεούς τε ἀρωγοὺς ἔχοντες, οἳ παρέξουσιν ὑμῖν ἐξουσίαν, οἵας ἐβούλεσθε παρὰ τῶν ἐχθίστων ἀναπράξασθαι δίκας, καὶ στρατηγὸν ἐμέ, ᾧ πολλὴν μὲν εὐβουλίαν μαρτυρεῖτε, πολλὴν δʼ εὐποτμίαν·
それゆえ、これらのことを考え、かつてのケルト人との最初の戦争に加わっていた者たちも、若さのためにそれに参加しなかった者たちも、前者はかつての勇気を現在の臆病によって辱めることのないように、後者は優れた行いを示すにあたって長老たちに些かも劣ることのないように、進め、気高き子らよ、善良な父たちの志を継ぐ者たちよ、恐れることなく彼らに向かって進め。 諸君を助ける神々を味方とし、彼らは最も憎むべき敵から諸君が望む通りの報復を果たす機会を諸君に与えてくださるであろう、また、諸君が多くの賢明さと多くの幸運を認めている将軍たる私を味方として。
§14.9.6μακάριον μὲν ἕξοντες τὸν ἀπὸ τοῦδε χρόνον, οἷς ἂν ἐγγένηται τὸν ἐπιφανέστατον τῇ πατρίδι στέφανον καταγαγεῖν, καλὴν δὲ καὶ ἀθάνατον εὐκλείαν καταλείψοντες ἀντὶ τοῦ θνητοῦ σώματος νηπίοις παισὶ καὶ γηραιοῖς γονεῦσιν, οἱ ταύτην ἐκπληρώσοντες τὴν τοῦ βίου τελευτήν.
諸君は、これからの時間を幸福なものとして手に入れることになり――そのうち祖国に最も輝かしい栄冠をもたらすことのできる者たちにはであるが――また、この人生の終わりを全うしようとしている死すべき体の代わりに、美しく不滅の栄誉を幼い子供たちや老いた親たちに残すことになるのである。
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν·
これ以上何を言うべきか私は知らない。
κινεῖται γὰρ ἤδη τὸ βάρβαρον στράτευμα χωροῦν ἐφʼ ἡμᾶς.
なぜなら、蛮族の軍勢はすでに我々に向かって進軍し始めているからだ。
ἀλλʼ ἄπιτε καὶ καθίστασθε εἰς τάξιν.
さあ、立ち去って陣形を整えよ。 」