§14.8.1οἱ Κελτοὶ τῇ Ῥώμῃ ἐκ δευτέρου ἐπιστρατεύσαντες τὴν χώραν τὴν Ἀλβανὴν ἐπόρθουν· ἔνθα μὲν πολλῆς ἅπαντες ἐδωδῆς ἐμπιμπλάμενοι, πολὺν δὲ πίνοντες ἄκρατον οἶνον — ἔστι δὲ ὁ τῇδε φυόμενος μετὰ τὸν Φαλερινὸν ἥδιστος οἴνων μελικράτῳ μάλιστα προσεμφερής — ὕπνον τε πλείονα τοῦ συνήθους αἱρούμενοι καὶ δίαιταν ὑπὸ σκιαῖς ὡς τὰ πολλὰ ἔχοντες τοσαύτην ἔλαβον ἐπίδοσιν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα καὶ οὕτως ἐξεθηλύνθησαν τὰς δυνάμεις, ὥσθʼ, ὁπότε γυμνάζειν ἐπιβάλοιντο τὰ σώματα καὶ διαπονεῖν ἐν τοῖς ὅπλοις, κόπτεσθαι μὲν ἄσθματι συνεχεῖ τὰ πνεύματα, ῥεῖσθαι δʼ ἱδρῶτι πολλῷ τὰ μέλη, θᾶττον δὲ ἀφίστασθαι τῶν πόνων ἢ κελευσθεῖεν ὑπὸ τῶν ἡγεμόνων.
The Celts, having marched against Rome for a second time, were plundering the Alban territory; there, as they all gorged themselves on abundant food and drank much unmixed wine—and the wine growing in those parts is, next to the Falernian, the sweetest of wines and very similar to mead—and as they took more sleep than customary and lived for the most part in the shade, they increased so much in fleshiness and flabbiness, and were so enervated in their strength, that, whenever they attempted to exercise their bodies and train in arms, their breath was distressed by continual gasping, their limbs flowed with abundant sweat, and they abandoned their labours sooner than they were ordered to do so by their commanders.