§14.10.1ἡ μὲν οὖν τῶν βαρβάρων μάχη πολὺ τὸ θηριῶδες καὶ μανικὸν ἔχουσα πλημμελής τις ἦν καὶ σοφίας τῆς ἐν ὅπλοις ἄμοιρος.
それゆえ、蛮族の戦い方は、極めて野獣のようで狂気じみたところがあり、不規則なものであって、武器を用いる技術を欠いていた。
τοτὲ μὲν γὰρ ἀνατείνοντες ἄνω τὰς μαχαίρας τὸν ἄγριον τρόπον ἔπαιον ὅλοις συνεμπίπτοντες τοῖς ἑαυτῶν σώμασιν, ὥσπερ ὑλοτόμοι τινὲς ἢ σκαπανεῖς, τοτὲ δʼ ἐκ τῶν πλαγίων ἀστοχάστους πληγὰς ἐξέφερον, ὡς αὐτοῖς σκεπαστηρίοις ὅλα διακόψοντες τὰ σώματα τῶν ἀντιπολέμων·
というのも、ある時は刀を高く振り上げて荒々しいやり方で、まるで木こりや掘削者のように、自らの全身の体重を乗せて打ちかかり、またある時は、横から的を定めていない打撃を繰り出した。 それは、対抗する敵の体を、防御用具ごと完全に切り裂いてしまわんばかりであった。
§14.10.2ἔπειτα τὰς ἀκμὰς τῶν σιδήρων ἀπέστρεφον.
そのうえ、鉄の刃先を曲げてしまっていた。
ἡ δὲ τῶν Ῥωμαίων ἀλκὴ καὶ πρὸς τὸ βάρβαρον αὐτῶν ἀντιτέχνησις εὐπαίδευτος τε ἦν καὶ πολὺ τὸ ἀσφαλὲς ἔχουσα.
これに対して、ローマ人の勇猛さと、彼らの野蛮な戦法に対する対抗技術は、高度に訓練されたものであり、多大な安全性を備えていた。
ἔτι γὰρ αὐτῶν ἀναιρομένων τὰς μαχαίρας ὑποδύνοντες ὑπὸ τοὺς βραχίονας καὶ τοὺς θυρεοὺς εἰς ὕψος ἀνατείνοντες, ἔπειτα γυροὶ καὶ βραχεῖς γινόμενοι, τὰς μὲν ἐκείνων πληγὰς ὑπερπετεῖς γινομένας ἀπράκτους καὶ κενὰς ἐποίουν, αὐτοὶ δὲ ὀρθὰ τὰ ξίφη φέροντες βουβῶνάς τε αὐτῶν ἔπαιον καὶ λαγόνας διῄρουν καὶ διὰ στέρνων ἐπὶ τὰ σπλάγχνα τὰς πληγὰς ἐξέτεινον·
というのも、彼らがまだ刀を振り上げているうちに、ローマ人は彼らの腕の下へと潜り込み、盾を高く掲げ、それから体を丸めて低くすることで、相手の打撃を頭上を飛び越えさせて無効で虚しいものとし、自身は剣をまっすぐ保持して、彼らの鼠径部を突き、脇腹を切り裂き、胸を通して内臓に達する深手を負わせたからである。
ὅσους δὲ ταῦτα τὰ μέρη διὰ φυλακῆς ἔχοντας αἴσθοιντο, γονάτων ἢ σφυρῶν νεῦρα διακείροντες ἐξέχεον ἐπὶ τὴν γῆς βεβρυχότας καὶ τοὺς θυρεοὺς ὀδακτίζοντας καὶ βοὴν ὠρυγῇ παραπλησίαν ὥσπερ τὰ §14.10.3θηρία προϊεμένους.
また、これらの部位を防御しているのが認められる者たちに対しては、膝や足首の腱を切り裂き、地面に這いつくばらせ、うめき声をあげ、盾を噛みしめ、野獣に似た叫び声をあげる状態に陥らせた。
ἥ τε δύναμις ὑπέλειπε πολλοὺς τῶν βαρβάρων ἐκλυομένων τῶν μελῶν ὑπὸ κόπων καὶ τῶν ὅπλων τὰ μὲν ἀπεστόμωτο, τὰ δὲ συνετέθραυστο, τὰ δʼ οὐκέτι προσωφελεῖν δυνατὰ ἦν·
また、疲労によって四肢が弛緩し、多くの蛮族の体力が衰え、武器も、あるものは刃がこぼれ、あるものは粉々に砕け、あるものはもはや役に立たなくなっていた。
χωρὶς γὰρ τοῦ καταρρέοντος ἐκ τῶν τραυμάτων αἵματος οἱ διʼ ὅλων ἐκχεόμενοι τῶν σωμάτων ἱδρῶτες οὔτε τὰς μαχαίρας εἴων κρατεῖν οὔτε τοὺς θυρεοὺς κατέχειν, περιολισθανόντων ταῖς λαβαῖς τῶν δυκτύλων καὶ τὰς ἁφὰς οὐκέτι κραταιὰς ἐχόντων.
というのも、傷口から流れ落ちる血に加えて、全身から噴き出る汗のために、刀を握ることも盾を持ち続けることもできなくなっていたからである。 指が取っ手の上で滑り、もはやしっかりと掴むことができなかったのである。
Ῥωμαῖοι δὲ πολλῶν ἐθάδες ὄντες πόνων διὰ τὰς ἀτρύτους καὶ συνεχεῖς στρατείας ἅπαντα τὰ δεινὰ γενναίως ἀνέφερον.
他方、ローマ人たちは、絶え間ない連続した軍事遠征によって多くの労苦に慣れていたため、あらゆる困難に雄々しく耐え抜いた。