§14.11.1ἐν Ῥώμῃ πολλὰ μὲν καὶ ἄλλα σημεῖα θεόπεμπτα γέγονε, μέγιστον δʼ ἁπάντων τόδε·
ローマでは神から遣わされた他の多くの予兆も起こったが、それらすべての中で最も重大なものはこれであった。
τῆς ἀγορᾶς κατὰ τὸ μέσον μάλιστα διαρραγῆναι τι τῆς γῆς εἰς βάθος ἄβυσσον καὶ τοῦτʼ ἐπὶ πολλὰς ἡμέρας διαμεῖναι.
すなわち、広場のほぼ中央で地面の一部が底知れぬ深さまで裂け、これが何日もの間そのまま残ったことである。
ψηφισαμένης δὲ τῆς βουλῆς οἱ ἐπὶ τῶν Σιβυλλείων χρησμῶν ἐπισκεψάμενοι τὰ βιβλία εἶπον, ὅτι τὰ πλείστου ἄξια τῷ Ῥωμαίων δήμῳ λαβοῦσα ἡ γῆ συνελεύσεταί τε καὶ πολλὴν ἀφθονίαν εἰς τὸν λοιπὸν χρόνον ἁπάντων ἀγαθῶν ἀνήσει.
元老院が決議を下すと、シビュラの託宣を管理する者たちがその書物を調べ、次のように告げた。 すなわち、ローマの人々にとって最も価値あるものを地が受け取れば、地は閉じ、将来に向かってあらゆる良きものを大いに豊かにもたらすであろう、と。
§14.11.2τοιαῦτα τῶν ἀνδρῶν ἀποφηναμένων ἀπαρχὰς ἕκαστος εἰς τὸ χάσμα ἔφερεν, ὧν ᾤετο δεῖν ἀγαθῶν τῇ πατρίδι, ἀπό τε καρπῶν πελάνους καὶ ἀπὸ χρημάτων ἀπαρχάς.
その者たちがこのように言明したので、人々はそれぞれ、祖国にとって必要であると自分が考える良きものの初物を、すなわち、作物のうちからは丸い供え餅を、財産のうちからはその一部を、その裂け目に運んで行った。
§14.11.3Μάρκος δέ τις Κούρτιος ἐν τοῖς πρώτοις τῶν νέων ἀριθμούμενος σωφροσύνης ἕνεκα καὶ τῆς κατὰ πολέμους ἀρετῆς ἔφοδον αἰτησάμενος ἐπὶ τὴν βουλὴν εἶπεν, ὅτι τῶν πάντων ἐστὶν ἀγαθῶν χρῆμα κάλλιστον καὶ πόλει Ῥωμαίων ἀναγκαιότατον ἀνδρῶν ἀρετή·
ところが、節度と戦争における勇敢さのゆえに若者たちの中でも第一等に数えられていたマルクス・クルティウスという男が、元老院への登院を願い出て、次のように述べた。 すなわち、あらゆる良きものの中で最も美しく、ローマの国家にとって最も不可欠なものは、人間の徳である。
εἰ δὴ καὶ ταύτης ἀπαρχήν τινα ἡ γῆ λάβοι καὶ γένοιτο ἑκὼν ὁ τοῦτο χαριούμενος τῇ πατρίδι, πολλοὺς ἀνήσει ἡ γῆ §14.11.4ἄνδρας ἀγαθούς.
もし地がこの徳をもその初物として受け取り、祖国にこれを自発的に捧げる者が現れるならば、地は多くの優れた男たちを送り出すであろう。
ταῦτʼ εἰπὼν καὶ μηδενὶ παραχωρήσειν ἑτέρῳ τῆς φιλοτιμίας ταύτης ὑποσχόμενος τά τε ὅπλα περιέθετο καὶ ἐπὶ τὸν πολεμιστὴν ἵππον ἀνέβη·
こう語り、この名誉を他の誰にも譲らないことを約束すると、彼は武具を身にまとい、軍馬に跨った。
συναχθέντος δʼ ἐπὶ τὴν θέαν τοῦ κατὰ τὴν πόλιν ὄχλου πρῶτον μὲν ηὔξατο τοῖς θεοῖς ἐπιτελῆ ποιῆσαι τὰ μαντεύματα καὶ πολλοὺς ἄνδρας ὁμοίους αὐτῷ δοῦναι τῇ πόλει τῇ Ῥωμαίων γενέσθαι·
市内の群衆がこの光景を見ようと集まる中、彼はまず神々に対して、あの神託を成就させ、彼に似た多くの男たちがローマの国家に生まれるようにしてほしいと祈った。
ἔπειτʼ ἐφεὶς τῷ ἵππῳ τὰς ἡνίας καὶ τὰ κέντρα προσβαλὼν ἔρριψε κατὰ τοῦ χάσματος ἑαυτόν.
次いで、馬のたづなを緩め、拍車をあてて、その裂け目の中へと身を躍らせた。
ἐπὶ δὲ αὐτῷ πολλὰ μὲν ἱερεῖα, πολλοὶ δὲ καρποί, πολλὰ δὲ χρήματα, πολὺς δὲ κόσμος ἐσθῆτος, πολλαὶ δὲ ἀπαρχαὶ συμπασῶν τεχνῶν δημοσίᾳ κατὰ τοῦ χάσματος ἐρρίφησαν·
彼の後に続いて、多くの生贄の獣、多くの作物、多くの財宝、多くの衣服の装飾品、そしてすべての技術の多くの初物が、公にその裂け目へと投げ込まれた。
καὶ αὐτίκα ἡ γῆ συνῆλθεν.
すると忽ち、地は元通りに合わさった。