§13.7.1ἔτι δʼ οὖν πολιορκουμένων τῶν ἐν τῷ Καπιτωλίῳ καταφυγόντων νέος τις ἀπὸ τῆς Οὐιεντανῶν πόλεως ὑπὸ Ῥωμαίων πεμφθεὶς εἰς τοὺς ἐν τῷ Καπιτωλίῳ καὶ λαθὼν τοὺς αὐτόθι φυλάσσοντας Κελτοὺς ἀνῆλθέ τε καὶ εἰπών, ὅσα ἔδει, πάλιν ὑπὸ νύκτα ἀπηλλάγη.
カピトリウムに逃げ込んだ人々がなおも包囲されている間に、ウェイイ人の都市からローマ人たちによってカピトリウムにいる人々のところへ派遣された、ある若者が、そこにいたケルト人の警戒をかいくぐって登って行き、伝えるべきことをすべて伝えると、夜のうちに再び立ち去った。
§13.7.2ὡς δὲ ἡμέρα ἐγένετο, τῶν Κελτῶν τις ἰδὼν τὰ ἴχνη λέγει πρὸς τὸν βασιλέα, ὁ δὲ συγκαλέσας τοὺς ἀνδρειοτάτους ἐδήλωσεν αὐτοῖς τὴν τοῦ Ῥωμαίου ἄνοδον·
夜が明けると、ケルト人の一人がその足跡を見つけて王に告げた。
ἔπειτʼ αὐτοὺς ἠξίου τὴν αὐτὴν ἐκείνῳ παρασχομένους τόλμαν πειρᾶσθαι τῆς ἐπὶ τὸ φρούριον ἀναβάσεως, πολλὰς ὑπισχνούμενος τοῖς ἀναβᾶσι δωρεάς.
すると王は最も勇敢な者たちを呼び集めて彼らにローマ人の登攀を明らかにし、その後、彼らにあの男と同じ勇気を示して砦への登攀を試みるよう求め、登り切った者たちに多くの褒美を約束した。
ὁμολογησάντων δὲ συχνῶν παρήγγειλε τοῖς φύλαξιν ἡσυχίαν ἄγειν, ἵνα καθεύδειν αὐτοὺς ὑπολαβόντες οἱ
そして、多くの者が同意すると、彼は守衛たちに静かにしているよう命じた。
§13.7.3Ῥωμαῖοι καὶ αὐτοὶ πρὸς ὕπνον τράπωνται.
ローマ人たちが、彼らが眠っていると思い込んで、自らも眠りに就くようにするためである。
ἤδη δὲ τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων, ἵνα πλείους γενόμενοι τότε ἀποσφάξωσι τοὺς ἐν ταῖς φυλακαῖς καὶ καταλάβωνται τὸ ἔρυμα, ἀνθρώπων μὲν οὐδεὶς ἔμαθεν, ἱεροὶ δέ τινες Ἥρας χῆνες ἐν τῷ τεμένει τρεφόμενοι καταβοῶντες ἅμα καὶ τοῖς βαρβάροις ὁμόσε χωροῦντες κατήγοροι γίνονται τοῦ κακοῦ.
すでに先頭の者たちが登り終え、後から来る者たちを引き上げていたとき、彼らがより多数になってから守衛たちを切り殺して砦を占領しようとしたのだが、人間は誰もこれに気づかなかった。 しかし、ヘラの聖域で飼育されていた数羽の神聖なガチョウが、大声をあげると同時に野蛮人たちに立ち向かっていき、災いを知らせることとなった。
§13.7.4ἐκ δὲ τούτου ταραχή τε καὶ κραυγὴ καὶ δρόμος ἁπάντων ἦν παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα, καὶ οἱ Κελτοὶ δὲ πλείους ἤδη γεγονότες ἐχώρουν ἐνδοτέρω.
これによって、互いに武器を取るよう呼びかける全員の混乱と叫び声と疾走が生じ、すでに数を増していたケルト人たちも、さらに内部へと進んでいた。