Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §13.7.1-13.7.4

神鹅鸣警与凯尔特人夜袭的破产

第 887 段,共 962 段 · 希腊语

内容简介

在卡皮托利乌斯被围困期间,一名罗马青年成功穿过包围网传递消息。得知此事的凯尔特国王企图沿同一路线发起奇袭,但赫拉的神圣母鹅发出鸣叫,向罗马人警示了危险。

§13.7.1ἔτι δʼ οὖν πολιορκουμένων τῶν ἐν τῷ Καπιτωλίῳ καταφυγόντων νέος τις ἀπὸ τῆς Οὐιεντανῶν πόλεως ὑπὸ Ῥωμαίων πεμφθεὶς εἰς τοὺς ἐν τῷ Καπιτωλίῳ καὶ λαθὼν τοὺς αὐτόθι φυλάσσοντας Κελτοὺς ἀνῆλθέ τε καὶ εἰπών, ὅσα ἔδει, πάλιν ὑπὸ νύκτα ἀπηλλάγη.
当那些逃入卡皮托利乌斯的人仍被包围时,一个被罗马人从维伊人城市派遣到卡皮托利乌斯的人那里的年轻人,避开了守卫该处的凯尔特人的耳目,登了上去,并传达了所有必要的事情后,在夜幕下再次离去。
§13.7.2ὡς δὲ ἡμέρα ἐγένετο, τῶν Κελτῶν τις ἰδὼν τὰ ἴχνη λέγει πρὸς τὸν βασιλέα, ὁ δὲ συγκαλέσας τοὺς ἀνδρειοτάτους ἐδήλωσεν αὐτοῖς τὴν τοῦ Ῥωμαίου ἄνοδον· ἔπειτʼ αὐτοὺς ἠξίου τὴν αὐτὴν ἐκείνῳ παρασχομένους τόλμαν πειρᾶσθαι τῆς ἐπὶ τὸ φρούριον ἀναβάσεως, πολλὰς ὑπισχνούμενος τοῖς ἀναβᾶσι δωρεάς.
到了天亮,一个凯尔特人看到了足迹,便报告了国王;国王召集了最勇敢的人,向他们展示了那个罗马人登攀的痕迹,然后要求他们展现出与那人相同的勇气,尝试攀登堡垒,并向登上的人许诺了许多赏赐。
ὁμολογησάντων δὲ συχνῶν παρήγγειλε τοῖς φύλαξιν ἡσυχίαν ἄγειν, ἵνα καθεύδειν αὐτοὺς ὑπολαβόντες οἱ §13.7.3Ῥωμαῖοι καὶ αὐτοὶ πρὸς ὕπνον τράπωνται.
在许多人表示同意后,他命令守卫保持安静,以便让罗马人也认为他们睡着了,从而自己也去睡觉。
ἤδη δὲ τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων, ἵνα πλείους γενόμενοι τότε ἀποσφάξωσι τοὺς ἐν ταῖς φυλακαῖς καὶ καταλάβωνται τὸ ἔρυμα, ἀνθρώπων μὲν οὐδεὶς ἔμαθεν, ἱεροὶ δέ τινες Ἥρας χῆνες ἐν τῷ τεμένει τρεφόμενοι καταβοῶντες ἅμα καὶ τοῖς βαρβάροις ὁμόσε χωροῦντες κατήγοροι γίνονται τοῦ κακοῦ.
此时,第一批登上的人已经拉起后面的人,以便在人数增多后杀掉守卫并占领城堡。 虽然没有一个人发觉,但在圣域中饲养的赫拉的几只神圣的母鹅,一边大声叫着,一边同时向野蛮人冲过去,从而揭露了这一险情。
§13.7.4ἐκ δὲ τούτου ταραχή τε καὶ κραυγὴ καὶ δρόμος ἁπάντων ἦν παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα, καὶ οἱ Κελτοὶ δὲ πλείους ἤδη γεγονότες ἐχώρουν ἐνδοτέρω.
由此,众人大乱,呼喊着奔跑起来,互相召唤着拿起武器,而此时人数已增多的凯尔特人也正向内部推进。

词汇与语法注释

  1. 9λαθὼν τοὺς αὐτόθι φυλάσσοντας Κελτοὺς — 动词 λανθάνω(不被察觉)直接带宾格对象(τοὺς ... Κελτούς),其不定过去时分词 λαθών 修饰主动词 ἀνῆλθε,表示伴随状况或方式,即“避开凯尔特人的耳目登了上去”。
  2. 10τῶν πρώτων ἀναβεβηκότων καὶ τοὺς ὑστερίζοντας ἀναδεχομένων — 属格独立结构。τῶν πρώτων 为逻辑主语,并列修饰了现在完成时分词 ἀναβεβηκότων 和现在时分词 ἀναδεχομένων,构成时间状语从句(“当第一批人已经登上并正在拉起后面的人时”)。
  3. 10κατήγοροι γίνονται τοῦ κακοῦ — 表语名词 κατήγοροι(告发者、揭露者)带宾格性属格 τοῦ κακοῦ(灾祸、危险),意为“成为了危险的揭露者(宣告了危险的来临)”。
  4. 13.7.4παρακαλούντων ἀλλήλους ἐπὶ τὰ ὅπλα — 现在时分词 παρακαλούντων 作定语修饰前置的属格代词 ἁπάντων(所有人),意为“所有人互相招呼拿起武器的[混乱、叫喊与奔跑]”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §13.7.1-13.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:13.7.1-13.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。