§12.14.1ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δʼ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης.
しかし、独裁官カミルスは(その指揮のもとで街が陥落したのであるが)、最も著名なローマ人たちとともに、そこから街の全体が見渡せるある高い場所に立ち、まず第一に、現在の幸運について自らを祝福した。 それは、かつてテュレニアが栄え、イタリアに居住する諸民族の中で最大の勢力を持っていたときに、その決して小さくない部分であり、ローマ人とは覇権を巡って争い、多くの戦争を耐え忍んで十世代にわたり存続し、また、絶え間なく戦いと包囲が始まってからは、あらゆる運命を経験しながら十年にわたり包囲に耐え抜いた、その偉大で豊かな都市を、労苦なしに滅ぼすことが自分に可能となったからである。
§12.14.2ἔπειτʼ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν·
次に、人間の幸福がいかに僅かな天秤の傾きにかかって揺れ動いているか、および良きもののうち何一つとして確実なまま留まることはないということを思い起こし、天に両手を差し伸べて、ゼウスおよび他の神々に祈った。 とりわけ、現在の幸福が自分自身にとっても祖国にとっても、神々の嫉妬を招かぬものであるように、と。
εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην.
しかし、もし現在の良きものに対する対抗物として、何らかの災いがローマの都市、あるいは彼自身の人生を襲う運命にあるならば、それが極めて小さく、最も軽いものでありますように、と。