Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §12.14.1-12.14.2

攻克维伊后卡米卢斯的感恩与祈祷

第 878 段,共 962 段 · 希腊语

内容简介

卡米卢斯在俯瞰维伊城的高处,因得以毫无劳苦地攻占这座大城而向神明致谢,同时也祈祷未来的任何厄运都能降到最低。

§12.14.1ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δʼ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης.
至于独裁官卡米卢斯(在他的指挥下城市被攻陷),与最显赫的罗马人一同站在某个高处,从那里可以俯瞰整个城市,他首先因眼前的幸运而为自己庆幸,因为他得以毫无辛劳地毁灭一座伟大而富庶的城市。 这座城市在第勒尼安繁荣昌盛且在居住于意大利的各民族中最具权势之时,曾是其不可或缺的重要组成部分;它与罗马人争夺霸权,承受了多次战争,一直延续到第十代;而自从开始持续交战并被包围以来,它历经了各种命运,坚守了十年的围城。
§12.14.2ἔπειτʼ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν· εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην.
随后,他想到人类的幸福是悬于多么微小的天平倾斜之上,而且美好的事物没有一样能保持稳固,便向天空伸出双手,向朱庇特及其他神明祈祷:首先,希望眼前的幸福对他自己和祖国而言都是不招致神怨的;但如果作为对眼前美好事物的补偿,某种共同的灾难注定要降临到罗马城或他自己的生活上,希望这灾难能是最小、最温和的。

词汇与语法注释

  1. ¦19¦ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας — 动词 ἐμακάρισεν(μακαρίζω 的不定过去时)的句法结构为:被祝贺的对象用宾格(ἑαυτὸν),而祝贺的原因或理由用属格(τῆς παρούσης εὐτυχίας)。
  2. ¦19¦Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης — 这是一个属格独立结构,嵌套在关系代词 ἣ(先行词为 μεγάλην καὶ εὐδαίμονα πόλιν)引导的关系从句中,用以提供历史背景。
  3. ¦19¦ἐξ οὗ δʼ ἤρξατο — ἐξ οὗ 是 ἐκ τοῦ χρόνου οὗ 的习惯表达,意为“自……之时起”或“自从……以来”。
  4. ¦20¦ἀντίπαλος τῶν παρόντων ἀγαθῶν — 形容词 ἀντίπαλος(“相抗衡的”、“相称的”)支配属格(τῶν παρόντων ἀγαθῶν),并作为主语 κοινῇ συμφορὰ 的同位语或谓语性修饰语发挥作用。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §12.14.1-12.14.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:12.14.1-12.14.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。