§12.13.1ὡς δὲ ταῦτʼ ἤκουσαν Οὐιεντανοὶ παρʼ αἰχμαλώτου τινός, ἐπικηρυκεύεσθαι πρὸς τοὺς πολιορκοῦντας ἤθελον περὶ καταλύσεως τοῦ πολέμου, πρὶν ἁλῶναι κατὰ κράτος τὴν πόλιν, καὶ ἀποδείκνυνται πρέσβεις οἱ πρεσβύτατοι.
しかし、ウィエンタノイ人が捕虜の一人からこのことを聞いたとき、街が力ずくで攻略される前に、戦争の終結について包囲している者たちに使節を送って交渉することを望み、最年長者たちが使節に指名された。
§12.13.2ἀποψηφισαμένης δὲ τῆς βουλῆς τῶν Ῥωμαίων τὰς διαλλαγὰς οἱ μὲν ἄλλοι πρέσβεις ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατος ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατος, ἐπιστὰς ταῖς θύραις καὶ περιβλέψας ἅπαντας τοὺς παρόντας ἐν τῷ συνεδρίῳ·
しかしローマの元老院が和平を否決すると、他の使節たちは議場から沈黙のうちに立ち去ったが、彼らの中で最も著名で、占い(予言)の経験において最も定評のある者が、扉のところに立ち止まり、議場にいる者たちすべてを見回して、こう言った。
καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπές, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντες ἔχειν τῶν περιοίκων διʼ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντες ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντες χόλον, §12.13.3οὔτε τὴν παρʼ ἀνθρώπων ἐντραπέντες νέμεσιν.
「ローマ人よ、あなた方は立派で壮大な決議を下したものだ。 徳によって周辺の者たちに対して支配権を持つに値すると自負しながら、武器を置いて自らをあなた方に委ねようとしている、小さくも無名でもない都市を、臣下として従えるに値しないと考え、むしろ根こそぎ根絶やしにすることを望み、神霊からの怒りを恐れることもなく、人からの義憤を憚ることもない。
ἀνθʼ ὧν ὑμῖν δίκη τιμωρὸς ἥξει παρὰ θεῶν εἰς τὰ ὅμοια ζημιοῦσα·
それゆえに、神々からあなた方に、同じような損害で罰する復讐の正義が下るだろう。
Οὐιεντανοὺς γὰρ ἀφελόμενοι τὴν πατρίδα μετʼ οὐ πολὺ τὴν ἑαυτῶν ἀποβαλεῖτε.
なぜなら、ウィエンタノイ人から祖国を奪ったあなた方は、遠からず自分たちの祖国を失うことになるからだ。
§12.13.4μετὰ βραχὺ δὲ ἁλισκομένης τῆς πόλεως οἱ μὲν ὁμόσε τοῖς πολεμίοις χωροῦντες ἄνδρες ἀγαθοὶ γενόμενοι καὶ πολλοὺς ἀποκτείναντες κατεκόπησαν, οἱ δʼ αὐτοχειρίᾳ σφάξαντες αὑτοὺς διεφθάρησαν·
」間もなく街が攻略されると、ある者たちは敵に向かって進み、勇敢な男となって多くの者を殺した末に斬り倒され、他の者たちは自らの手で自らを屠って命を絶った。
ὅσοις δὲ διʼ ἀνανδρίαν τε καὶ ταπεινότητα ψυχῆς πάντʼ ἐφαίνετο τοῦ τεθνάναι τὰ δεινὰ μετριώτερα, ῥίψαντες τὰ ὅπλα παρεδίδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς.
また、臆病さと魂の卑しさのために、死ぬことに比べればいかなる恐ろしいことも(それよりは)耐えやすいと思われた者たちは、武器を投げ捨てて勝者たちに身を委ねた。