§12.14.1ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δʼ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης.
But the dictator Camillus, under whose command the city was taken, standing with the most illustrious of the Romans upon a certain high place from which the whole city was visible, first of all congratulated himself on his present good fortune, because it had been granted to him to destroy without toil a great and prosperous city—a city which had been no small part of Tyrrhenia when that country was flourishing and was the most powerful of the nations inhabiting Italy, and which, disputing with the Romans for the hegemony and enduring many wars, had continued to exist until the tenth generation, and from the time it began to be continuously at war and besieged, had sustained the siege for ten years, having experienced every fortune.
§12.14.2ἔπειτʼ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν· εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην.
Then, reflecting how human happiness hangs upon a slight turn of the scale, and that nothing of the good things remains secure, stretching out his hands to heaven, he prayed to Jupiter and to the other gods, that, above all, the present prosperity might be free from envy both for himself and for his country; but if some disaster, as a counterbalance to their present blessings, was destined to overtake the city of the Romans or his own life, that this might be as small and as moderate as possible.