Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.7.1-11.7.4

ガイウス・クラウディウスによる内紛と外征の危険性の指摘

807 / 962 箇所 · ギリシア語

要旨

アッピウスは叔父ガイウス・クラウディウスを最初の発言者に指名する。クラウディウスは、内憂を抱えたままの外征がいかに危険であるかを論じ、敵がローマの内紛を利用して侵入したと指摘する。

§11.7.1ταῦτʼ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον.
このように言って、彼はまず自分の叔父ガイウス・クラウディウスを指名した。
ὁ δʼ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν·
彼は立ち上がって、次のような演説を行った。
ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς.
「元老院よ、アッピウスが親族関係ゆえに私を重んじて、彼にふさわしいこととして、私に最初に意見を述べることを求めているので、そして、アイカニ人とサビニ人に対する戦争について私が考えていることを述べなければならないが、私自身の考えを明らかにする前に、私はあなた方に次のことを検討してもらいたい。 これまで、誰かが自分たちの土地を安全に保有させてくれるだけで満足し、神々に深く感謝していたアイカニ人とサビニ人が、どのような希望に駆られて我々に戦争を仕掛け、侵入して領土を略奪する気になったのかを。
ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε.
なぜなら、もしこのことを知るなら、彼らとの戦争から抜け出す最も優れた方法が何であるかも知ることになるからである。
§11.7.2ἐκεῖνοι τοίνυν ἀκούσαντες, ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δʼ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς·
さて、彼らは、我々の祖先伝来の国制がずいぶん前から揺らぎ、病んでいると聞き、国家の指導者たちに対して平民も貴族も好意を抱いていないということを聞き、そしてそれは根拠のない聞き及びではなく(実際、真実はその通りであり、その原因はあなた方が熟知しているので、私が語る必要は全くないのだが)、彼らは次のように考えたのである。 もし外からの何らかの戦争が、城壁の内側の災いと同時に我々を襲い、そして支配者たちが領土のために戦うべき軍隊を派遣することを決定したとしても、市民たちは皆、支配者たちに対して憎悪を抱いているため、以前のように自発的に軍事の誓いに赴くことはないだろう、と。
οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν.
また、指導者たちも、現れない者たちに対して法律に定められた処罰を科すことはないだろう(より大きな災いを引き起こすことを恐れるがゆえに)。 そして、命令に従って武器を手にした者たちも、軍旗を見捨てるか、あるいは留まったとしても戦いにおいてわざと怠慢に戦うだろう、と。
§11.7.3ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν·
彼らはこれらについて、何一つ道理に合わないことを期待したわけではない。
ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τʼ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν.
なぜなら、一致協力している国家が戦争に着手し、支配する者にも支配される者にも同じ利益があるように思われる時には、全員が熱意をもって危機に立ち向かい、いかなる労苦も危険もためらわないからである。
§11.7.4ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλʼ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δʼ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.
しかし、内部で病んでいる国家が、内政を整える前に、屋外の敵と戦うとき、そして民衆に、『自分たちは自分たちの幸福のために苦しんでいるのではなく、他者たちが自分たちをより強固に支配するために苦しんでいるのだ』という考えが生じ、また指導者たちには、『敵対者に劣らず、身内の者たちが敵である』という考えが生じるなら、全体が病んでしまい、いかなる力であっても、そのような軍勢を打ち負かし破滅させるに十分なのである。 」

語釈・文法注

  1. 11.7.1εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς — εἴα は ἐάω の未完了直説法3人称単数。条件節 εἴ τις ... εἴα 「もし誰かが彼らに許すなら」は、過去における反復的・継続的な条件を表し、主節の分詞 ἀγαπῶντες(満足していた)および χάριν εἰδότες(感謝していた)に係っている。
  2. 11.7.2ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος... — 動詞 ὑπέλαβον(彼らは考えた)に導かれ、οὔτε τοὺς πολίτας... ἥξειν、οὔτε τοὺς ἡγεμόνας... χρήσεσθαι、τούς τε ὑπακούσαντας... ἢ καταλείψειν ἢ... ἐθελοκακήσειν という3つの対格不定詞句が並列されている。条件節 εἴ τις ... κατάσχοι および καὶ δόξειε は、過去における仮定(希求法)を表し、この不定詞句が表す間接話法の内容に条件を付している。
  3. 11.7.4πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι — ἱκανή は形容詞で、不定詞 καταγωνίσασθαι καὶ φθεῖραι(打ち負かし破滅させる)を伴って「〜するのに十分な」を意味する。主動詞 ἐστί は省略されている。πᾶσα ... δύναμις ἱκανή [ἐστι] で「いかなる力(些細なものであっても)も、〜するのに十分である」という譲歩的なニュアンスを含んでいる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.7.1-11.7.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.7.1-11.7.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。