Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.7.1-11.7.4

盖乌斯·克劳狄乌斯论内忧时期对外作战的危险

第 807 段,共 962 段 · 希腊语

内容简介

阿庇乌斯指名其叔父盖乌斯·克劳狄乌斯首先发言。克劳狄乌斯指出,在内忧外患并存时进行外战极其危险,敌人正是利用了罗马的内讧才敢于入侵。

§11.7.1ταῦτʼ εἰπὼν πρῶτον μὲν ἐκάλει τὸν ἑαυτοῦ θεῖον Γάιον Κλαύδιον.
说完这些话,他首先指名了自己的叔父盖乌斯·克劳狄乌斯。
ὁ δʼ ἀναστὰς τοιαύτην διέθετο δημηγορίαν· ἐπειδή με πρῶτον γνώμην ἀποφαίνεσθαι ἀξιοῖ Ἄππιος, ὦ βουλή, τιμῶν διὰ τὸ συγγενές, ὥσπερ αὐτῷ προσήκει, καὶ δεῖ με ἃ φρονῶ περὶ τοῦ πολέμου τοῦ πρὸς Αἰκανοὺς καὶ Σαβίνους εἰπεῖν, πρὶν ἀποδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ἐκεῖνο βουλοίμην ἂν ὑμᾶς ἐξετάσαι, τίσιν ἐπαρθέντες ἐλπίσιν Αἰκανοὶ καὶ Σαβῖνοι πόλεμον ἐπενεγκεῖν ἐτόλμησαν ἡμῖν καὶ τὴν χώραν ἐπιόντες λεηλατεῖν, οἱ τέως ἀγαπῶντες καὶ τοῖς θεοῖς πολλὴν χάριν εἰδότες, εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς.
而后者站起身来,发表了如下的演说:“元老院啊,既然阿庇乌斯因亲属关系而尊重我,要求我首先发表意见,正如对他来说是合宜的那样,且我必须阐述我对针对埃魁人和萨宾人的战争的想法,在表明我自己的意图之前,我希望你们能探讨那一件事:究竟是凭着怎样的希望,埃魁人和萨宾人才竟敢对我们发动战争并入侵掠夺我们的国土? 他们在此之前,只要有人允许他们安全地保有自己的财产,就会心满意足并对神明深怀感激。
ἐὰν γὰρ τοῦτο μάθητε, καὶ τὴν ἀπαλλαγὴν τοῦ πολέμου τοῦ πρὸς αὐτοὺς ἥτις ἔσται κρατίστη μαθήσεσθε.
因为如果你们弄清了这一点,你们也就会明白,怎样才能最好地摆脱与他们的战争。
§11.7.2ἐκεῖνοι τοίνυν ἀκούσαντες, ὅτι σεσάλευται καὶ νοσεῖ τὸ πάτριον ἡμῶν πολίτευμα ἐκ πολλοῦ, καὶ τοῖς προεστηκόσι τῶν κοινῶν οὔτε ὁ δῆμος εὔνους ἐστὶν οὔτε οἱ πατρίκιοι, καὶ οὐ μάτην ἀκούσαντες — τὸ γὰρ ἀληθὲς οὕτως ἔχει, τὰς δʼ αἰτίας ἐπισταμένοις ὑμῖν οὐδὲν δέομαι λέγειν — ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος ἅμα τοῖς ἐντὸς τείχους κακοῖς, καὶ δόξειε ταῖς ἀρχαῖς δύναμιν ἐξάγειν τὴν προπολεμήσουσαν τῆς γῆς, οὔτε τοὺς πολίτας ἐπὶ τὸν στρατιωτικὸν ὅρκον ἅπαντας ἥξειν ἐκ προθυμίας ὡς πρότερον, ἀπεχθῶς διακειμένους πρὸς τὰς ἀρχάς· οὔτε τοὺς ἡγεμόνας ταῖς ἐκ τῶν νόμων τιμωρίαις χρήσεσθαι κατὰ τῶν μὴ παραγενομένων δεδοικότας, μή τι μεῖζον ἐργάσωνται κακόν, τούς τε ὑπακούσαντας καὶ τὰ ὅπλα λαβόντας ἢ καταλείψειν τὰ σημεῖα ἢ παραμένοντας ἐθελοκακήσειν ἐν τοῖς ἀγῶσιν.
那么,他们听说我们的祖传政体早已动摇并病入膏肓,且无论是平民还是贵族,对国家事务的主持者都不怀好意——而且他们并非无端听闻,因为事实确是如此,而你们既然知道其中的原因,我便无需多言——他们便认为,如果外部的某种战争与城墙内的灾祸同时降临在我们身上,且官职掌权者们决定派出一支为捍卫领土而战的军队时,由于市民们对官员怀有敌意,绝不会像以前那样热切地全都前来宣誓服兵役;而将领们由于害怕会造成更大的灾祸,也不敢对未到场者施加法律规定的惩罚;至于那些服从并拿起武器的人,要么会弃旗逃跑,要么即使留下,也会在战斗中消极怠工。
§11.7.3ὧν οὐδὲν ἔξω τοῦ εἰκότος ἤλπισαν· ὅταν μὲν γὰρ ὁμονοοῦσα πόλις ἅπτηται πολέμου, καὶ τὸ αὐτὸ συμφέρον ἅπασι φαίνηται τοῖς τʼ ἄρχουσι καὶ τοῖς ἀρχομένοις, μετὰ προθυμίας ἅπαντες ἐπὶ τὰ δεινὰ χωροῦσι καὶ οὔτε πόνον οὔτε κίνδυνον οὐδένα ὀκνοῦσιν.
在这些事情上,他们的预料并没有脱离常理;因为当一个和睦的城邦从事战争,且统治者和受统治者都看到共同的利益时,所有人都会热切地奔赴险境,不畏缩于任何劳苦与危险。
§11.7.4ὅταν δὲ νοσοῦσα ἐν αὑτῇ, πρὶν ἢ τὰ ἔνδον καταστήσασθαι, τοῖς ὑπαιθρίοις ὁμόσε χωρῇ πολεμίοις, καὶ παραστῇ τῷ μὲν πλήθει λογισμός, ὅτι οὐχ ὑπὲρ οἰκείων ἀγαθῶν κακοπαθοῦσιν, ἀλλʼ ἵνα βεβαιότερον αὐτῶν ἕτεροι ἄρχωσι, τοῖς δʼ ἡγεμόσιν, ὅτι πολέμιον ἔχουσιν οὐχ ἧττον τοῦ ἀντιπάλου τὸ οἰκεῖον, νοσεῖ τὰ ὅλα καὶ πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι.
但当一个内部有病的城邦,在整顿内政之前就与野外的敌人交手,且民众产生这样的想法:他们受苦并非为了自己的福祉,而是为了让别人更牢固地统治他们,而将领们也意识到,内部的敌人不比对手更易对付,那么大局便已病入膏肓,任何力量都足以击败并消灭这样的军队。 ”

词汇与语法注释

  1. 11.7.1εἴ τις αὐτοὺς εἴα τὴν ἑαυτῶν ἔχειν ἀσφαλῶς — εἴα 是 ἐάω 的未完成过去时直陈语气单数第三人称。条件从句 εἴ... εἴα(如果有人允许)表示过去重复发生或一般性的条件,修饰分词 ἀγαπῶντες(心满意足)和 χάριν εἰδότες(深怀感激)。
  2. 11.7.2ὑπέλαβον, εἴ τις ἔξωθεν ἡμᾶς κατάσχοι πόλεμος... — 动词 ὑπέλαβον(他们认为)引导了三个并列的宾格加不定式结构:οὔτε τοὺς πολίτας... ἥξειν、οὔτε τοὺς ἡγεμόνας... χρήσεσθαι 以及 τούς τε ὑπακούσαντας... ἢ καταλείψειν ἢ... ἐθελοκακήσειν。条件从句 εἴ τις ... κατάσχοι 和 καὶ δόξειε 使用了希求语气,表示间接引语中的过去假设,为这些不定式从句设定了前提。
  3. 11.7.4πᾶσα ἱκανὴ δύναμις τὰ τοιαῦτα στρατεύματα καταγωνίσασθαι καὶ φθεῖραι — 形容词 ἱκανή 伴随不定式 καταγωνίσασθαι καὶ φθεῖραι(击败并消灭),意为“足以……”。主动词 ἐστί 被省略。πᾶσα ... δύναμις ἱκανή [ἐστι] 意为“任何力量[都]足以……”,带有一种让步的语气,即哪怕是微小的力量也足够。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.7.1-11.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.7.1-11.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。