§11.59.1ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτʼ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ.
これらのことを約束し、発言を望む者たちに発言権を与えたが、法律について非難する者も擁護する者も誰も進み出なかったので、再び前に出て、最初にウァレリウスに尋ねた、何が国家の利益となり、議員たちに何を決議するよう勧めるのかと。
§11.59.2ὁ δʼ ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τʼ ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν ἰσότητʼ ἀνέλῃ·
彼は立ち上がり、自分と祖先たちが国家の利益のために民衆の指導者として立ってきたことについて多くの言葉を費やして語り、また、反対の政策をとった者たちによって最初から国家が陥ったすべての危機を列挙し、民衆に対して敵意を抱いたすべての者にとって、民衆嫌悪がいかに無益なものであったかを示し、民衆が国家の自由だけでなく覇権に対しても最も大きな要因であったとして民衆を大いに称賛し、これらおよびこれらに類することを述べ終えると、最後に、平等が奪い去られるならば、国家は自由であり得ないと語った。
§11.59.3ἔφη τε δοκεῖν ἑαυτῷ τὸν μὲν νόμον δίκαιον εἶναι τὸν ἀξιοῦντα πᾶσι μετεῖναι Ῥωμαίοις τῆς ὑπατικῆς ἀρχῆς, τοῖς γε δὴ βίον ἀνεπίληπτον ἐσχηκόσι καὶ πράξεις ἀποδεδειγμένοις τῆς τιμῆς ταύτης ἀξίας, τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον εἰς τὴν ὑπὲρ αὐτοῦ διάγνωσιν ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως·
そして、すべてのローマ人に執政官職を分け合う権利を要求する法律は正義にかなっていると自分には思われると語った。 もっとも、非の打ちどころのない生活を送り、この名誉に値する実績を示した者たちに限ってであるが。 しかし、国家が戦争の混乱期にある現時点は、その法律についての審査を行うには不適切な時期である、とも語った。
§11.59.4συνεβούλευέ τε τοῖς μὲν δημάρχοις ἐᾶν τὴν καταγραφὴν γενέσθαι τῶν στρατιωτῶν καὶ τὴν ἔξοδον μὴ κωλύειν τῶν καταγραφέντων, τοῖς δʼ ὑπάτοις, ὅταν τὸ κράτιστον τέλος ἐπιθῶσι τῷ πολέμῳ, πρῶτον ἁπάντων τὸ περὶ τοῦ νόμου προβούλευμα εἰς τὸν δῆμον ἐξενεγκεῖν.
そして、護民官たちには、兵士の徴募が行われることを許し、徴募された者たちの出征を妨げないようにと勧め、執政官たちには、戦争に最善の結末をもたらしたとき、何よりもまず、法律に関する予備決議案を民衆に提出するようにと勧めた。
ταῦτα δὲ γραφῆναί τʼ ἤδη καὶ διομολογηθῆναι πρὸς ἀμφοτέρων.
そして、これらのことがすでに書面に作成され、双方の間で合意されるべきだ、と。
§11.59.5ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου καὶ μετὰ τοῦτον Ὁρατίου — δευτέρῳ γὰρ τούτῳ λόγον ἀπέδωκαν οἱ ὕπατοι — ταὐτὸ πάθος ἅπασι τοῖς παροῦσι συνέβη.
¦2301 ウァレリウスがこの意見を表明し、その後にホラティウスが表明すると(というのも執政官たちが彼に二番目に発言権を与えたからである)、出席したすべての人々に同じ感情が生じた。
οἱ μὲν γὰρ ἀνελεῖν τὸν νόμον βουλόμενοι τὴν ἀναβολὴν τῆς περὶ αὐτοῦ διαγνώσεως ἀγαπητῶς ἀκούσαντες, τὸ μετὰ τὸν πόλεμον ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι περὶ αὐτοῦ χαλεπῶς ἀπεδέξαντο·
すなわち、法律を廃止することを望む者たちは、その審査の延期を喜んで聞いたものの、戦争後にそれについて予備決議を出すことが自分たちに義務づけられることを不満に思った。
οἱ δὲ κύριον ὑπὸ τοῦ συνεδρίου κριθῆναι προαιρούμενοι τὸ μὲν ὡμολογημένον δίκαιον εἶναι τὸν νόμον ἀσμένως ἤκουον, τὸ δʼ εἰς ἑτέρους ἐκπίπτειν χρόνους τὸ προβούλευμα πρὸς ὀργὴν ἐλάμβανον.
一方で、元老院によってそれが可決されることを望む者たちは、法律が正義にかなっていると認められたことを好意的に聞いたものの、予備決議が別の時期へと延期されることを怒りをもって受け止めた。