Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §11.59.1-11.59.5

瓦莱里乌斯的延期提议与各方反应

第 859 段,共 962 段 · 希腊语

内容简介

被执政官杰努基乌斯首先指名的瓦莱里乌斯提出,该法律本身是正义的,但在战争期间并非进行审查的合适时机,因此建议书面同意在战争结束后再提出预案。这一建议在法律的反对派和支持派中都激起了既满意又不满的复杂反应。

§11.59.1ὑποσχόμενος δὲ ταῦτα καὶ δοὺς ἐξουσίαν τοῖς βουλομένοις λέγειν, ἐπειδὴ οὔτε κατηγορήσων οὔτʼ ἀπολογησόμενος οὐδεὶς ὑπὲρ τοῦ νόμου παρῄει, παρελθὼν αὖθις ἐρωτᾷ πρῶτον Οὐαλέριον, τί τῷ κοινῷ συμφέρει, καὶ τί προβουλεῦσαι τοῖς συνέδροις παραινεῖ.
在承诺了这些并给那些想要发言的人发言权之后,由于没有任何人上前去指责或辩护该法律,他再次上前,首先询问瓦莱里乌斯,什么对国家有利,以及他建议议员们做出什么预案。
§11.59.2ὁ δʼ ἀναστὰς καὶ πολλοὺς διεξελθὼν ὑπὲρ αὑτοῦ τε καὶ τῶν προγόνων λόγους ὡς ἐπὶ τῷ συμφέροντι τῆς πόλεως τοῦ δημοτικοῦ μέρους προϊσταμένων, καὶ καταριθμησάμενος ἅπαντας ἐξ ἀρχῆς τοὺς κατασχόντας τὴν πόλιν κινδύνους ἐκ τῶν τἀναντία πολιτευομένων, τοῖς τʼ ἀπεχθῶς ἐσχηκόσι πρὸς τὸ δημοτικὸν ἅπασιν ἀλυσιτελὲς γενόμενον ἀποδείξας τὸ μισόδημον, ἐπαίνους τε πολλοὺς περὶ τοῦ δήμου ποιησάμενος, ὡς αἰτιωτάτου τῇ πόλει γεγονότος οὐ μόνον τῆς ἐλευθερίας, ἀλλὰ καὶ τῆς ἡγεμονίας, ἐπεὶ ταῦτα καὶ παραπλήσια τούτοις διεξῆλθε, τελευτῶν ἔφη μὴ δύνασθαι πόλιν ἐλευθέραν εἶναι, ἐξ ἧς ἄν τις τὴν ἰσότητʼ ἀνέλῃ·
他站起身,为自己和祖先说了很多话,表明他们为了城市的利益而支持平民一方,并且历数了自始至终由于那些推行相反政策的人而使城市陷入的所有危险,并向所有对平民心怀敌意的人证明,仇视平民是毫无益处的,并对平民进行了极大的赞美,认为他们不仅是城市获得自由、更是获得霸权的最主要原因,当他阐述完这些以及与此类似的事情后,最后说道,如果有人从国家中夺走平等,那么这个国家就不可能是自由的。
§11.59.3ἔφη τε δοκεῖν ἑαυτῷ τὸν μὲν νόμον δίκαιον εἶναι τὸν ἀξιοῦντα πᾶσι μετεῖναι Ῥωμαίοις τῆς ὑπατικῆς ἀρχῆς, τοῖς γε δὴ βίον ἀνεπίληπτον ἐσχηκόσι καὶ πράξεις ἀποδεδειγμένοις τῆς τιμῆς ταύτης ἀξίας, τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον εἰς τὴν ὑπὲρ αὐτοῦ διάγνωσιν ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως· §11.59.4συνεβούλευέ τε τοῖς μὲν δημάρχοις ἐᾶν τὴν καταγραφὴν γενέσθαι τῶν στρατιωτῶν καὶ τὴν ἔξοδον μὴ κωλύειν τῶν καταγραφέντων, τοῖς δʼ ὑπάτοις, ὅταν τὸ κράτιστον τέλος ἐπιθῶσι τῷ πολέμῳ, πρῶτον ἁπάντων τὸ περὶ τοῦ νόμου προβούλευμα εἰς τὸν δῆμον ἐξενεγκεῖν.
他并说,在他看来,要求所有罗马人共同享有执政官权力的法律是正义的,只要是那些过着无可指摘的生活、并展示了配得上这一荣誉的事迹的人;但在城市处于战争动荡之中时,此时并不是对其进行审查的合适时机;他并建议护民官允许进行士兵的征募,不阻碍被征募者的出征,并建议执政官在给战争画上最圆满的句号时,首先将关于该法律的预案提交给平民。
ταῦτα δὲ γραφῆναί τʼ ἤδη καὶ διομολογηθῆναι πρὸς ἀμφοτέρων.
并且,这些内容应当立即写成文字并由双方共同达成协议。
§11.59.5ταύτην ἀποδειξαμένου τὴν γνώμην Οὐαλερίου καὶ μετὰ τοῦτον Ὁρατίου — δευτέρῳ γὰρ τούτῳ λόγον ἀπέδωκαν οἱ ὕπατοι — ταὐτὸ πάθος ἅπασι τοῖς παροῦσι συνέβη.
当瓦莱里乌斯表达了这一意见,随后荷拉提乌斯也表达了之后——因为执政官们把发言权第二个交给了他——在场的所有人中都产生了同样的感受。
οἱ μὲν γὰρ ἀνελεῖν τὸν νόμον βουλόμενοι τὴν ἀναβολὴν τῆς περὶ αὐτοῦ διαγνώσεως ἀγαπητῶς ἀκούσαντες, τὸ μετὰ τὸν πόλεμον ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι περὶ αὐτοῦ χαλεπῶς ἀπεδέξαντο· οἱ δὲ κύριον ὑπὸ τοῦ συνεδρίου κριθῆναι προαιρούμενοι τὸ μὲν ὡμολογημένον δίκαιον εἶναι τὸν νόμον ἀσμένως ἤκουον, τὸ δʼ εἰς ἑτέρους ἐκπίπτειν χρόνους τὸ προβούλευμα πρὸς ὀργὴν ἐλάμβανον.
因为那些想要废除法律的人,虽然乐于听到关于该法律审查的延期,却对战争结束后自己必须就此做出预案感到难以接受;而那些倾向于由元老院通过该法律的人,固然高兴地听到该法律被承认是正义的,却对预案被推迟到其他时间感到愤怒。

词汇与语法注释

  1. 11.59.2προϊσταμένων — 属格独立结构(genitive absolute)的分词,其逻辑主语为前文的属格代词 αὑτοῦ τε καὶ τῶν προγόνων(他自己和祖先)。连接词 ὡς 表示他们主观上的声称或政治主张。
  2. 11.59.3ὑπαρχούσης — 与 τῆς πόλεως 构成属格独立结构(genitive absolute)“ἐν πολεμικαῖς ὑπαρχούσης ταραχαῖς τῆς πόλεως”(在国家处于战争动荡之中)。该结构在逻辑上从属于受前文 ἔφη 支配的间接引语宾格加不定式结构“τὸν δὲ καιρὸν οὐκ ἐπιτήδειον [εἶναι]”(但时机并不合适)。
  3. 11.59.4γραφῆναί — 与随后的被动语态不定式 διομολογηθῆναι 一起,松散地受到主句动词 συνεβούλευε(建议)的支配,传达了“这些内容应当被写下来并达成协议”的当为或必要性语义。
  4. 11.59.5ἐπάναγκες — 在“宾格加不定式”结构“τὸ ... ἐπάναγκες εἶναι σφίσι προβουλεῦσαι”中作为 εἶναι 的表语(补语),其实际主语是后文的不定式 προβουλεῦσαι(提出预案)。σφίσι 是间接反身代词的与格,指代主句主语元老院议员们(他们自己)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §11.59.1-11.59.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.59.1-11.59.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。