Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.57.1-11.57.3

カヌレイウスによる貴族の秘密会合の告発

857 / 962 箇所 · ギリシア語

要旨

元老院の本会議が開かれ、法案を提案した護民官たちに最初の発言権が与えられると、ガイウス・カヌレイウスが進み出て、貴族たちの秘密会合と、ウァレリウスやホラティウスといった実力者をそこから締め出した欺瞞的な態度を強く非難する。

§11.57.1ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον.
そして、予備決議がなされるべき時が到来したとき、執政官たちは元老院を招集し、和合と秩序ある行動について多くの勧告を行った後、その法律を提案した護民官たちに最初に発言を許した。
§11.57.2καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτʼ ἐδίδασκεν οὔτʼ ἐμέμνητο·
そして彼らの一人であるガイウス・カヌレイウスが進み出て、その法律が正義であるか、あるいは有益であるかということについては、説明も言及もしなかった。
θαυμάζειν δʼ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν.
しかし彼は、執政官たちが、なすべきことをすでに自分たちの間で決議し決定しているにもかかわらず、まるで未審理で討議を必要とする事柄であるかのようにそれを会議に持ち込もうとし、そしてそれについて、発言を望む者たちに発言の機会を与えたことについて、彼らを不思議に思うと言い、自分たちの年齢にも合わず、また職権の尊大さにもふさわしくない欺瞞を持ち込んでいると述べた。
§11.57.3πονηρῶν τʼ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδʼ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους.
また、彼らは私邸で秘密の会合を招集し、邪悪な政治手段の端緒を導入していると言い、元老院議員全員をこれらに招くのではなく、自分たちにとって最も親しい者たちだけを招いていると述べた。
τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.
それゆえ、その私的会合から締め出された他の議員たちについては、あまり驚かないが、寡頭制を打破した者たちであり、執政官経験者であって、国家の件を議するのに誰よりも適しているマルクス・ホラティウスとルキウス・ウァレリウスが、その会合への招集を拒否されたことには仰天しており、いかなる正当な理由によるものか推し量ることもできない、と彼は言った。 しかし、一つの理由を推測している、すなわち、平民に対して邪悪で不利益な意見を提案しようとしていたので、最も平民派の者たちをこれらの会合に招きたくなかったのだと。 なぜなら彼らは当然憤慨し、平民に対するいかなる不当な政治手段が行われることも黙過しないであろうから、と言った。

語釈・文法注

  1. 11.57.2περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον — 属格の冠詞 `τοῦ` に導かれる不定詞句であり、`τὸν νόμον`(対格)が不定詞 `εἶναι` の意味上の主語。`δίκαιον ἢ συμφέροντα` はその述語。`συμφέροντα` は中性複数形だが(本来は `συμφέρον`)、ここでは `δίκαιον` と同様に、形容詞(分詞)が述語的に用いられて「有益なこと(たち)であること」を意味している。
  2. 11.57.3τῶν μὲν οὖν ἄλλων συνέδρων... Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου... τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι — 前半の `τῶν μὲν οὖν ἄλλων συνέδρων` は `ἧττον ἔφη θαυμάζειν` の `θαυμάζειν`(属格をとる)に係っているが、後半の `Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου`(属格)は、続く対格不定詞句 `τὴν ἀπαξίωσιν... ἐκπεπλῆχθαι`(仰天していること)における `τὴν ἀπαξίωσιν`(対格)にかかる関係の属格(あるいは「〜に関しては」という格の緩い係り)であり、構文の非対称性が生じている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.57.1-11.57.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.57.1-11.57.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。