§11.57.1ὡς δὲ καθῆκεν ὁ χρόνος, ἐν ᾧ τὸ προβούλευμα ἔδει γενέσθαι, συγκαλέσαντες οἱ ὕπατοι τὴν βουλὴν καὶ πολλὰς ὑπὲρ ὁμονοίας καὶ εὐκοσμίας ποιησάμενοι παρακλήσεις πρώτοις ἀπέδωκαν λέγειν τοῖς εἰσηγησαμένοις δημάρχοις τὸν νόμον.
当应当做出预备决议的时刻到来时,执政官们召集了元老院,在为了和睦与秩序做出许多劝告之后,首先把发言权交给了提出该法律的护民官们。
§11.57.2καὶ παρελθὼν εἷς ἐξ αὐτῶν Γάϊος Κανολήιος περὶ μὲν τοῦ δίκαιον ἢ συμφέροντα εἶναι τὸν νόμον οὔτʼ ἐδίδασκεν οὔτʼ ἐμέμνητο· θαυμάζειν δʼ ἔφη τῶν ὑπάτων, ὅτι βεβουλευμένοι τε καὶ κεκρικότες ἤδη κατὰ σφᾶς αὐτοὺς ἃ δεῖ πράττειν, ὥσπερ ἀδοκίμαστον πρᾶγμα καὶ βουλῆς δεόμενον εἰς τὸ συνέδριον ἐπεχείρησαν εἰσφέρειν, καὶ λόγον ἀπέδωκαν ὑπὲρ αὐτοῦ τοῖς προαιρουμένοις, εἰρωνείαν εἰσάγοντες οὔτε ταῖς ἑαυτῶν ἡλικίαις ἁρμόττουσαν, οὔτε τῷ μεγέθει τῆς ἀρχῆς προσήκουσαν.
他们中的一人盖乌斯·卡努莱乌斯走上前,对于该法律是公正还是有益,既没有解释也没有提及;但他却说,他对执政官们感到惊讶,因为他们明明已经在他们自己之间商议并决定了应当做的事情,却还企图把这件事情带入会议中,仿佛这是一件未经审查、需要商议的事情,并且把关于它的发言权交给了那些愿意发言的人,从而引入了一种既不符合他们自己的年龄、也不配于官职威严的虚伪。
§11.57.3πονηρῶν τʼ ἀρχὰς ἔφη πολιτευμάτων αὐτοὺς εἰσάγειν ἀπόρρητα βουλευτήρια συνάγοντας ἐν ἰδίαις οἰκίαις, καὶ οὐδʼ ἅπαντας τοὺς βουλευτὰς εἰς ταῦτα παρακαλοῦντας, ἀλλὰ τοὺς σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους.
他还说,他们通过在私宅中召集秘密会议,正在引入邪恶政策的开端,而且不邀请所有的元老院议员参加这些会议,而只邀请那些最亲近他们自己的人。
τῶν μὲν οὖν ἄλλων συνέδρων τῶν ἀπελαθέντων τῆς κατοικιδίου βουλῆς ἧττον ἔφη θαυμάζειν, Μάρκου δὲ Ὁρατίου καὶ Λευκίου Οὐαλερίου τῶν καταλυσάντων τὴν ὀλιγαρχίαν, ὑπατικῶν ἀνδρῶν καὶ οὐδενὸς ἧττον ἐπιτηδείων τὰ κοινὰ βουλεύειν, τὴν ἀπαξίωσιν τῆς εἰς τὸ συνέδριον παρακλήσεως ἐκπεπλῆχθαι, καὶ οὐ δύνασθαι συμβάλλειν ἐπὶ τίνι λόγῳ δικαίῳ, εἰκάζειν δὲ μίαν αἰτίαν, ὅτι πονηρὰς καὶ ἀσυμφόρους γνώμας εἰσηγεῖσθαι μέλλοντες κατὰ τῶν δημοτικῶν οὐκ ἐβούλοντο παρακαλεῖν εἰς ταῦτα τὰ συνέδρια τοὺς φιλοδημοτάτους, ἀγανακτήσοντας δηλονότι καὶ οὐ περιοψομένους οὐδὲν ἄδικον πολίτευμα κατὰ τοῦ δήμου γινόμενον.
因此,他说,对于那些被排除在这一私宅元老院之外的其他议员,他还不那么惊讶,但他对推翻了寡头政治的马尔库斯·荷拉提乌斯和卢基乌斯·瓦莱里乌斯这两位执政官级人物、且他们比任何人都同样适合商议国家大事的人,在被邀请参加该会议时遭到轻视感到震惊,并且无法推测这究竟是出于什么正当的理由;但他推测有一个原因,即由于他们打算提出针对平民的邪恶且不利的意见,所以他们不想邀请最亲平民的人参加这些会议,因为这些人显然会感到愤慨,并且绝不容许任何针对平民的不公政策发生。