§11.53.1Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν — τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι — νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο κύριον τῆς διαγνώσεως καθʼ ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε δημοτικούς.
マルクス・ゲヌキウスとガイウス・クィンティウスが政権を引き継ぐと、再び政治的な対立が持ち上がった。 それは、すべてのローマ人に執政官職を得る道が開かれるべきだと平民たちが要求したからである。 ――それまでは貴族たちだけが、兵団民会において任命され、この職を追求していたのである。 ――そして、当時の護民官たちのうち、ガイウス・フルニウス一人を除く他の全員が合意して、執政官選挙に関する法案を起草して提出した。 その法案において彼らは、毎年、貴族に執政官職を追求させたいか、それとも平民にそうさせたいかについての決定権を民衆に帰するものとしていた。
§11.53.2ἐφʼ οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι·
これに対して、元老院会議に参加する者たちは、自分たちの権力が崩壊していくのを見て憤慨し、この法案が効力を持つのを許すくらいなら、その前にあらゆることに耐え忍ぶべきだと考えた。
ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων τοὺς δημοτικούς.
こうして、私的な集まりや公的な集会において、絶えず怒りや非難、対抗措置が生じ、すべての貴族がすべての平民に対して敵対的になっていった。
§11.53.3καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δʼ ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι.
そして、元老院においても民会においても、貴族政の指導者たちによって多くの演説が行われたが、平民たちが自分たちの利益に対する無知ゆえに過ちを犯していると考える者たちからは比較的穏和な言葉が語られ、この企てが自分たちに対する陰謀と嫉妬から仕組まれたものとみなす者たちからは、より激しい言葉が語られた。