§11.53.1Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν — τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι — νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο κύριον τῆς διαγνώσεως καθʼ ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε δημοτικούς.
当马尔库斯·杰努基乌斯和盖乌斯·昆蒂乌斯接掌政权时,政治纷争再次兴起,平民要求所有罗马人应当都有权获得执政官职位——因为在此之前,只有贵族在兵团大会上被任命,从而竞选这一职位——当时的护民官中,除盖乌斯·富尔尼乌斯一人外,其余所有人达成一致,起草并提出了一项关于执政官选举的法案,在其中他们使人民成为每年决定是由贵族还是平民来竞选执政官的主宰。
§11.53.2ἐφʼ οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι· ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων τοὺς δημοτικούς.
对此,元老院的成员们感到愤慨,眼看着自己的权力走向崩溃,他们认为宁可忍受一切,也不能让这项法案获得通过;于是在私下集会和公开会议中,愤怒、谴责和对抗不断发生,所有的贵族都与所有的平民敌对起来。
§11.53.3καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δʼ ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι.
贵族政治的领袖们在元老院和公民大会上发表了许多演说,其中较为温和的言论来自于那些认为平民是因为不了解自身利益而犯错的人,而较为严厉的言论则来自那些认为这一企图是出于对他们的阴谋和嫉妒而策划的人。