Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §11.47.1-11.47.5

ウァレリウスによる敵陣急襲とアイクイ連合軍の撃破

847 / 962 箇所 · ギリシア語

要旨

ローマ国内の混乱が収まり、執政官ウァレリウスはアイクイ人とウォルスキ人の連合軍に対して進軍する。彼は自軍の弱気さを偽装して敵を油断させ、敵の主力が略奪に出払った隙を突いて敵陣を急襲し、大勝利を収める。

§11.47.1ἐπεὶ δʼ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων.
市内での混乱が収まると、執政官たちは元老院を招集し、速やかに敵に対して軍を進めるという議決を承認した。
ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους·
人民が元老院の決議した内容を支持すると、執政官の一人であるウァレリウスは軍の半分の部隊を率いてアイクイ人とウォルスキ人に向けて進軍した。
συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη.
これら両民族が合流していたからである。
§11.47.2ἐπιστάμενος δὲ τοὺς Αἰκανοὺς ἐκ τῶν προτέρων κατορθωμάτων αὔχημα προσειληφότας καὶ εἰς πολλὴν καταφρόνησιν τῆς Ῥωμαίων δυνάμεως προελθόντας, ἔτι μᾶλλον ἐβούλετο ἐπᾶραι καὶ θρασυτέρους ποιῆσαι δόξαν οὐκ ἀληθῆ παρασχών, ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς καὶ πάντα δεδιότως ἐποίει.
ウァレリウスは、アイクイ人が以前の成功によって傲慢さを身につけ、ローマの戦力をひどく侮るようになっていることを知っていたので、あたかも自分が彼らと戦火を交えるのを恐れているかのような偽りの印象を与えることで、彼らをさらに慢心させ、大胆にさせようと望み、すべての行動を怯えているかのように行った。
§11.47.3χωρίον τε γὰρ εἰς στρατοπεδείαν ὑψηλὸν καὶ δυσπρόσιτον ἐξελέξατο τάφρον τε βαθεῖαν περιεβάλετο καὶ χάρακας ἤγειρεν ὑψηλούς.
というのも、彼は陣営の場所として高くて近づきにくい場所を選び、深い堀を巡らせ、高い逆茂木を築いたからである。
προκαλουμένων δὲ τῶν πολεμίων αὐτὸν εἰς μάχην πολλάκις καὶ κακιζόντων τὴν ἀνανδρίαν ἠνείχετο μένων ἐφʼ ἡσυχίας.
敵が何度も彼を戦いへと誘い出し、その意気地のなさを嘲ったが、彼は静穏を保ったまま耐えていた。
ἐπεὶ δʼ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ἐπὶ προνομὴν τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτʼ ἀγαθήν, τοῦτον εἶναι νομίσας τὸν καιρὸν ἐπιτήδειον ἐξῆγε κεκοσμημένην τὴν στρατιὰν καὶ παρέστησεν ὡς εἰς μάχην.
しかし、敵の最精鋭部隊がヘルニキ人とラティウム人の土地を略奪するために出払っており、陣地には多くもなければ精強でもない守備兵しか残されていないことを知ると、これこそが好機であると判断して、整列させた軍を率いて打って出て、戦闘の陣形に配置した。
§11.47.4οὐδενός τʼ ἀντεπιόντος ἐκείνην μὲν τὴν ἡμέραν ἐπεῖχε, τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀποσκευὴν αὐτῶν ἦγεν οὐ σφόδρα ὀχυρὰν οὖσαν.
そして誰も立ち向かってこなかったので、その日はとどまり、翌日、あまり強固ではなかった彼らの本営に向けて進軍した。
μαθόντες δὲ πολιορκούμενον τὸν χάρακα οἱ προεξεληλυθότες ἐπὶ τὰς προνομὰς ταχέως ἧκον, πλὴν οὐχ ἅμα καὶ ἐν κόσμῳ, σποράδες δὲ καὶ κατʼ ὀλίγους ὡς ἕκαστοι εἶχον ἐπιφαινόμενοι·
略奪に出かけていた者たちは陣地が包囲されていることを知ると速やかに戻ってきたが、一斉に整然と戻ったわけではなく、ばらばらに、またそれぞれが置かれた状況に応じて少人数で姿を現した。
οἵ τʼ ἐκ τοῦ χάρακος ἐπεὶ τοὺς σφετέρους προσιόντας ἐθεάσαντο, θρασύτεροι γεγονότες ἐξῆλθον ἀθρόοι.
そして陣地の中にいた者たちは、味方が近づいてくるのを目にすると、大胆さを取り戻して一斉に打って出た。
§11.47.5καὶ γίνεται μέγας ἀγὼν καὶ φόνος ἐξ ἀμφοτέρων πολύς, ἐν ᾧ νικήσαντες οἱ Ῥωμαῖοι τούς τε συστάδην μαχομένους ἐτρέψαντο καὶ τοὺς φεύγοντας ἐπιδιώκοντες, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ αἰχμαλώτους ἔλαβον, τοῦ δὲ χάρακος αὐτῶν κρατήσαντες χρήματα πολλὰ καὶ λείαν ἄφθονον περιεβάλοντο.
そして激しい戦いとなり、双方に多くの死者が出たが、その中でローマ人たちは勝利を収め、白兵戦を挑む者たちを敗走させ、逃げる者たちを追撃して、ある者を殺害し、ある者を捕虜とし、彼らの陣地を占拠して多くの財宝と豊かな戦利品を手に入れた。
Οὐαλέριος μὲν δὴ ταῦτα διαπραξάμενος ἀδεῶς ἤδη τὴν γῆν τῶν πολεμίων ἐπιὼν ἐδῄου.
ウァレリウスはこれらのことを成し遂げると、もはや恐れることなく敵の土地に侵入して略奪を働いた。

語釈・文法注

  1. 11.47.2ὡς ὀρρωδῶν εἰς χεῖρας ἰέναι πρὸς αὐτοὺς — 接続詞 ὡς が主格分詞 ὀρρωδῶν に付くことで、主節の主語であるウァレリウスの「〜を恐れているかのような」という仮装や主観的印象を表す。不定詞句 εἰς χεῖρας ἰέναι(直接戦火を交えること、手合わせすること)は分詞 ὀρρωδῶν の補語(目的語)として機能している。
  2. 11.47.3ἐπεὶ δʼ ἔγνω τὴν κρατίστην τῶν πολεμίων δύναμιν ... ἐξεληλυθυῖαν, ἐν δὲ τῷ χάρακι φυλακὴν οὔτε πολλὴν καταλειπομένην οὔτʼ ἀγαθήν — 認識を表す動詞 ἔγνω(知った、覚知した)の補語として、2つの「対格+分詞」構文が並列されている。前半は τὴν κρατίστην ... δύναμιν ... ἐξεληλυθυῖαν(最精鋭の軍勢が出払っていること)であり、後半は φυλακὴν ... καταλειπομένην(守備兵が残されていること)である。古典ギリシア語において知覚・認識動詞は ὅτι 節の代わりに対格と分詞を伴って事実を表現する。
  3. 11.47.4ὡς ἕκαστοι εἶχον — 接続詞 ὡς と 接続詞的に働く ἕκαστοι(各々)に、状態を表す自動詞的用法の εἶχον(半過去)が結びついた慣用的な表現。直訳すれば「各々が持っていた(状態の)ように」であるが、文脈上「それぞれが置かれていた個別の状況や配置に応じて、ばらばらに」という意味を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §11.47.1-11.47.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:11.47.1-11.47.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。